Ancient Greek
713.12
Hesychius, Lexicon (Π-Ω) 713.12
Unproofread scanNot analysed yet
Σαμία γῆ· ἰατρικὸν μῖγμα, ὅμοιον τῇ †ἱερᾷ τριαδικῇ Σαμιακὸς τρόπος (Cratin. fr. XI p. 24)· δύο δηλοῖ ἡ λέξις· ἐν μὲν τὸ ἐπὶ διαβολῇ τῶν Σαμίων θρυλλουμένων ὡς κατεαγότων· ἕτερον δέ, ὅτι αἱ λεγόμεναι Σάμαιναι ναῦς κατέστρωντο δι’ ὅλου. Δίδυμος δὲ τὰς Σαμαῖνας ἰδιατέραν παρὰ τὰς ἄλλας ναῦς τὴν κατασκευὴν ἔχειν· εὐρύτεραι μὲν γάρ εἰσι τὰς γαστέρας. τοὺς δὲ ἐμβόλους σεσίμωνται, ὡς δοκεῖν ῥύχεσιν ὑῶν ὁμοίως κατεσκευάσθαι, οἷον ὑοκρώρους εἶναι. διὸ καὶ ἐπὶ τ(οι)αύτης λέγεται (Choerili?)· ναῦς δέ τις ὠκύπορος Σαμία ὕς εἶδος ἔχουσα