Ancient Greek
714.28
Hesychius, Lexicon (Π-Ω) 714.28
Unproofread scanNot analysed yet
σαρδόνες· ἐν κυνηγετικῷ (VI, 9) μέρη τινὰ δικτύων δηλοῦνται Σαρδόνιος γέλως· ὁ καθ’ ὑπόκρισιν ἢ ἐπὶ κατάρχα ἐρριμμένος γέλως. ἢ ὑποχοριστικῶς Σαρδόνιος γέλως. οἱ τὴν Σαρδόνα κατοικοῦντες τῷ Κρόνῳ ἔθυσον γελῶντα(ς) καὶ ἀσπαζόμενοι ἀλλήλους· αἰσχρὸν γὰρ ἠγοῦντο δακρύειν καὶ θρηνεῖν· τὸν οὖν προσποιητὸν γέλωτα κληθῆναι Σαρδόνιον. τινὲς δὲ ἀπὸ Σαρδόνας τῆς νήσου. φύεται γὰρ τις βοτάνη ἐνταῦθα, ἧς οἱ γευσάμενοι μετὰ σπασμοῦ καὶ γέλωτος ἀποθνῄσκουσιν. ἄλλοι τὸν καθ’ ὑπόκρισιν γινόμενον γέλωτα Σαρδόνιον καλεῖν εἰώθασιν, ἀπὸ τοῦ σεσηρέναι τοῖς ὀδοῦσιν