Ancient Greek
742.37 to 743.23
Hesychius, Lexicon (Π-Ω) 742.37-743.23
Unproofread scanNot analysed yet
στερεόν· καταπληκτικόν †στερηναῖα, ὁδός, ἡ Ἱπποχόου τι· ἡ πολεμία, καὶ στερνητικὴ τῶν πάντων, οἷον [στερνοτύπη καὶ στερναλα]· ἡ ἀπειθὴς ἀπὸ τῶν στρηνιῶντων ἵππων στέρησις· ἀποστέρησις, ἀρπαγή στερθ†έμεν· στερηθῆναι στερίσκω· ἀποστερῶ στεριφευομένη· παρθενευομένη 20 στερίφη (Ar. Thesm. 641)· στεῖρα, μὴ τεκοῦσα, μηδὲ τίκτουσα στερίφοις· ἀνισχύροις. ἀγόνοις, στέροις στεριφώτερον· ἀνισχυρότερον. μὴ στερεώτερον στέρνα (Eur. El. 1321)· στήθη στέρνιξ· ἐντεριῶνη στερνομάντις (Soph. fr. 56)· ὁ ἐνγαστρίμυθος. Πύθων στέρνον· στήθος (B 479). διάνοιαν, φρένα (Soph. Tr. 482) 30 στερνοτυπούμενοι· εἰς τὰ στήθη κοπτόμενοι στερνοτύπτης· ὁ τὸ στήθος τύπτων στεροπή· αὐγή στεροπηγερέτα Ζεὺς (Π 298)· ὁ τὰς ἀστραπὰς συναγείρων στερρόν (Eur. Andr. 98)· ἰσχυρόν, ἀσφαλές, βέβαιον στερφίνα· δερματίνη· οἱ δὲ δέρματα ὄνεια <στέρφινα>· οἱ δὲ στεῖρα <ad στέριφα>, ἡ σκληρά <ad στέριφνα> 40 στέρφνιον <στέριφνον?>· σκληρόν, στερεόν στέρφος (Iones)· δέρμα, βύρσα στέρχανα· περιδεειπνον. Ἠλεῖοι στέρφανον· ἀξίνη, πέλεχυς <1990> στεῦτο (B 597 λ 584)· κατὰ διάνοιαν ἵστατο καὶ διωρίζετο, ἢ διεβεβαιοῦτο στεφάναι· αἱ τῶν βωμῶν ὠλέναι. καὶ τείχους ἐπάλξεις καὶ πύργων (Eur. Hec. 910) καὶ αἱ τῶν βλεφάρων ἀπολήξεις. καὶ περικεφαλαίας . . . . . . στεφάνη· δρους ἐξοχή. καὶ εἶδος περικεφαλαίας ἐξοχὰς ἔχουσης (K 30). καὶ κόσμος γυναικεῖος στεφανίσαι· στεφανῶσαι στεφανίων· εἶδος κολοιοῦ στέφανον ἐκφέρειν· ἔθος ἦν, ὁπότε παιδίον ἄρρεν γένοιτο παρὰ Ἀττικοῖς, στέφανον ἐλαίας τιθέναι πρὸ τῶν θυρῶν· ἐπὶ δὲ τῶν θηλειῶν ἔρια διὰ τὴν ταλασίαν [92] στέφανος πολέμοιο (N 736)· μεταφορικῶς, ἀπὸ τῆς στεφάνης, ὅ ἐστιν περίβλημα κεφαλῆς γυναικεῖον στεφανοφορέοντα· ἀπ’ οἴκου τινὸς καλουμένου Στεφανηφόρου στεφάνωμα (Cratin. fr. XIII p. 100)· τὸν λωτόν, διὰ τὸ πάντα τὰ φυλλώδη καὶ ποώδη στεφανώματα λέγεσθαι στέφεα· στεφῶνες. ἐν Ὀποῦντι τόπος στεφάνων (Στεφανῶν;) καλεῖται στέφει (Θ 170)· κοσμεῖ, στεφανοῖ στέφεται· στεφανοῦται, κοσμεῖται στεφέτην (—ίτην)· ἱκέτην στεφέων (Eur. Tro. 258)· στεφάνων στέφη (Cratin. fr. V p. 34)· στέμματα. ἀπαρχαί, ἀρχαί στεφών· ὑψηλός, ἀπόκρημνος στέφαι· πληρῶσαι. στεφανῶσαι. κεράσαι. κυκλῶσαι στη (A 197)· παρέστη, ἕστη στηβύσσειν· ἀδολεσχεῖν +στηδόν· γλαυκόν <474> στηθίας· ὄρνις ποιός <σπιζίας?> στῆθος· τὸ ἐν τῇ θαλάσσῃ πρόσχωμα. καὶ τὸ ὑπὸ τοὺς ποδῶν δακτύλους στηθύνιον (Hippocr. III p. 222 K)