Ancient Greek
828.66 to 829.49
Hesychius, Lexicon (Π-Ω) 828.66-829.49
Unproofread scanNot analysed yet
φρασίζων· διασκεπτόμενον εἰς ζωήν 39. 40 #φράσις φράσις· λέξις. διάλογος. ἐρμηνεία φρασσάμενος· σκεφάμενος, νοήσας, λογι-σάμενος φράσσεται· ἀσφαλίζεται. πληροῦται. ἀν-τέχεται φράσον (Soph. Phil. 549)· εἰπέ, λέξον. ἐρ-μήνευσον φρασσόμεθα· [ad 45] εἴπομεν [46] φραστύς· σκέψις, ἔννοια. βουλή. φράσις [ad 47] φράτορας (Ar. Ran. 421)· τοὺς τῆς αὐτῆς μετέχοντας φρατρίας, συγγενεῖς [49. 50] φρέαρ (Ar. Plut. 810)· πηγή, λάκκος φρέαρ ὀρύττειν· σκιοθ(η)ρεῖν· οἱ γὰρ ἀπὸ τῶν μαθημάτων εἰώθασιν τὰς μεσου-ραντήσεις λαμβάνειν καὶ σκιοθηρεῖν ἐκ τῶν φρεάτων Φρεάριοι· δῆμος τῆς Λεοντίδος φυλῆς φρεάτια· τὰ βαθέα ὀρύγματα φρεατοτύπανα· ὄργανα τινα παρὰ Πολυ-βίῳ (fr. gramm. 135) [56. 57] φρεναρτίους· φρενήρεις [59—61] †φρεμπάρωσις· βλαψίφρων φρένες· μέρος τι τῶν ἐντοσθίων τὸ ὑπὸ τῷ ἥπατι κείμενον, τὸ διάφραγμα τοῦ στή-θους φρενήρης (Herod. III 25)· ἀρτίφρων φρενοβλάβεια· ἡ τῶν φρενῶν βλάβη [66] φρενοκλοπεῖ· ἐξαπατᾷ φρενὸς ἔκστασις· ὁ εἰς ἑαυτὸν μὴ ὢν. . . . φρενοῦν (Soph. Tr. 52)· φρονεῖν διδάσκειν, νουθετεῖν <861> φρενοῦται· νουθετεῖται †φρενώσας· παραλογισάμενος, ἀπατήσας φρενώσει· νουθετήσει φρενωτήριον· παραίνεσις [74. 75] Φρεωρύχοι· γένος Ἀθηναίων. ἢ οἱ τὰ φρέα-τα ὀρύσσοντες [77—79] φρήτηρ· ἀδελφός -φροντίζει φρητία (C. I. III p. 582 n. 5430, 16. 18)· στόμα φρέατος φρήτρα καὶ φρήτρη (B 362)· φρατρία, συγγένεια, πατρικὴ γενεά. καὶ στιβάδες. καὶ συσσίτια (Solon.) †φρίκα (Apoll. lex. 165, 16)· λεπτοκυμαία, ἡ ἀρχὴ τοῦ κύματος (Φ 126) φρίκες· χάρακες φρίκη (Soph. fr. 921 Df.) · ψῦχος, τρόμος φρικνόν· φρικαλέον, δεινόν, φοβερὸν φρικτόν· φρικῶδες, φοβερὸν, πάνυ δεινόν φρικωδέστερον· φοβερώτερον φριμάσσεται (cf. Theocr. V 141)· σκιρτᾷ. ἐπεγείρεται. ὀφρυᾶται. βριμαίνει φρίξ (H 63)· ἡ ἐπιπολῆς ἀνωμαλία τοῦ κύματος, ἢ ὁ ἐπιπολάζων τῷ κύματι ἀφρός, ὅταν ἄρχηται ἄνεμος πνεῖν φρίξας εὐλόφφ σ(φ)ηκώματι (Soph. fr. 316)· ἀντὶ τοῦ ἀναφὺς ἄρτιος 98 φριξόλοφος· ὀχθοχαίτης φρίσσει· διεγείρεται, ἐξορθοῦται. δέδοικε, τρέμει 96 ?φρίσσει (. . . . . . Eur. Hec. 86)· φοβεῖται, δέδοικεν φροίμια (Aesch. Suppl. 830)· προοίμια, προορρήσεις. Ἀττικοί φρόκλος· περίπολος φρονεῖν (Hippocr.) · νοεῖν, διανοεῖσθαι 901. 2 φρόνημα (Aesch. Suppl.) · βούλημα, θέλημα φρόνιμος (Soph. Ai. 259)· σοφός, διανοητής φρονηματισθείς (Hyperid.) · ἐπαρθεὶς τῷ φρονήματι φρόνιν (γ 244 δ 258)· φρόνησιν. τὴν καταφρόνησιν ἐκδεκτέον, οὐ τὴν λείαν, ὡς τινες φρόνις· φρόνησις. βουλὴ. διάνοια ?φρόνησις ἀκριβής· νοῦς πράττων καλῶς