Ancient Greek
1.203.23
Hesychius, Lexicon (Α-Ο) 1.203.23
Unproofread scanNot analysed yet
γραπίνης· οἶνος τραχύς γραπτῦς (ω 228)· τὰς ἀμυχὰς καὶ κατα-ξύσεις τῶν ἀκανθῶν γρῖφος γράσος (Eupol. fr. XXXIV p. 520)· δυσοσμία γράσων· μωρέ, ἀνούστατε γραύκαλας· ὄρνις τεφρός <v. καυχάλας> γραῦς· τὸ συναγόμενον καὶ ἐπιπτηγνύμενον ἐπάνω, ὅταν γάλα ἕψηται, τοιοῦτον ὑγρόν. καὶ ἡ ἐν τοῖς χείλεσι τῶν ποταμῶν γραμμή. καὶ βόλος τις ἀστραγάλων γραῦς ἕριφος· Ἀπολλόδωρος φησί, ὅτι ἐστὶ τις παροιμιώδης λεγομένη ἕριφία γραῦς· εἶναι δὲ αὐτὴν οἷον γραῦν ἔριφον, τὴν ἐν παρθενίᾳ καταγεγηρακυῖαν. οἱ δὲ ἀπὸ τῆς ἀχρίδος· τὴν γὰρ ἀρουραίαν ἀχρίδα ὑπὸ τινων μάντιν λεγομένην . . . . . . γράφεται· ἀντιγράφει. ἢ κατηγορεῖ γραφεύς (Eur. Hec. 807)· ζωγράφος γραφή· κατηγορία γραφή· ἡ δημοσία δίκη, ὡς ὅταν ἡ ψηφίσματος ἢ νόμου τις κατηγορή. καὶ ἡ ἐπὶ δίκην κλῆσις. καὶ ἡ παράγραφος γραφή. καὶ ἐπίκλημα, κατηγορία, καὶ ἔγκλημα γράψαι· ξύσαι, χαράξαι (Z 169), ἀμύξαι [16] γρήιον· παλαιόν (Callim. EM. 603, 23 et Nicand. fr. 62) γρήνη· ἄνθη σύμμικτα [19] γρίντης· βυρσεύς γρῑνος (Aeoles)· δέρμα γριπίζει· ἁλιεύει γριπεύς (Theocr. I 39)· ὁ ῥάπτων τὰ ἁλιευτικὰ λίνα. καὶ ὁ ἁλιεύων γριπωμένα (Hippocr. I p. 171)· συνελχόμενα. καὶ σπασμωδῶς συμπαθοῦντα. οἱ δὲ συνεγγίζοντα Γρίσων· ὕς. Ἀριστοφάνης (fr. CLII p. 1208) δὲ ὄνομα δρομέως νενικηκότος ἐν Ὀλυμπία στάδιον γριφᾶσθαι· γράφειν, Λάκωνες. οἱ δὲ ξύειν καὶ ἀμύσσειν γριφεύειν· αἰνιτίζεσθαι [28] γριφοειδές· δυσεύρετον γρῖφος· τὸ δίκτυον. καὶ συμποτικὴ ζήτησις