Ancient Greek
1.232.39
Hesychius, Lexicon (Α-Ο) 1.232.39
Unproofread scanNot analysed yet
διεστάθη· διέτριβε, διῆγεν (cf. ἐτάθη) διε(τα)ξάσθην· διετάξαντο. δυϊκῶς δι†ἑταιρίστριαι (Plat. Sympos. p. 191 E)· γυναῖκες αἱ τετραμμέναι πρὸς τὰς ἑταίρας ἐπὶ συνουσίᾳ, ὡς οἱ ἄνδρες. οἷον τριβάδες (v. ἑταιρίστριαι) διετεινάτην· διέτειναν. δυϊκῶς †διετελέσω· διέμεινας διετεκτήνατο· ἐμηχανήσατο διετεμόμην· διέκοψα. διεῖλον [1701] διετήσιος (Thuc. II 38 Ar. fr. inc. CLVII)· δι’ ὅλου τοῦ ἔτους [3] διέτριψεν· κατέσχεν διευθύνεται· κυβερνᾶται εὐθέως, καλῶς διευκρινεῖ· σαφηνίζει (διευκρινέστερον)· λευκότερον ἢ τρανώτερον (διευκρίνησε)· διετράνωσε διευκρινησάμενοι (cf. Plat. Parmen. p. 135 B)· διακρῖναν. . . διευκρινήσας· σαφηνίσας [11] δι’ εὐφρόνης· διὰ τῆς νυκτὸς διέφερε· διῆγεν διεφέροντο· διεμάχοντο †διέφθειρε· διῆγεν. Εὐριπίδης Αὐγή (fr. 282) [16] διεφορή(θη)σαν· διεσκορπίσθησαν διεφύγγανον (Thuc. VII 44, 8)· διέφυγον διεφύλαξας· διετήρησας. ἐσκέπασας