Ancient Greek
1.361.4 to 1.361.39
Hesychius, Lexicon (Α-Ο) 1.361.4-39
Unproofread scanNot analysed yet
Εὐρύαλος· ὁ Ἀπόλλων Εὐρυάνασσα· ἡ Ἥβη ad 41 Εὐρυβάλινδος· ὁ Διόνυσος Εὐρυβάτης· πανοῦργος, ἀπατεών, κέρκωφ Εὐρυβάτου πρᾶγμα (Dem. 233, 9)· δεῖ-νός τις ἦν ἄνθρωπος ὁ Εὐρυβάτης Εὐρυθίωνι· τάφος ἐπ’ Εὐρυθίωνι. καὶ ἑορτὴ Δήμητρος. καὶ παιγμάτια ἐν τοῖς σκοτοταρίοις 46 εὐρύχλενα· σχοῖνος παχέα ἔχουσα τὰ ἄκρα Εὐρυκλῆς (Ar. Vesp. 1019)· ὁ ἐνγαστρίμυ-θος. ἦν δὲ γένος μάντεων, οὓς ὁμωνύμως Εὐρυκλεῖς ἔλεγον εὐρυχόας· μεγαλόπους. μέγα ἰσχύων. εὐή-κοος. εὐνομος. εὔτονος <q. vid. >. εὐμενής εὐρυκόωσα (Euphor. fr. LXXXVII)· εὐρυ-νόμος. ἡ πολυάστερος νύξ. ἡ μεγάλη. ἡ πολλὰ κοιλώματα ἔχουσα· κόους γὰρ οἱ ἀρχαῖοι τὰ κοιλώματα ἔλεγον 51. 52 Εὐρύμας· Ὠλένιος τὸ γένος, διάβολος δέ, ὧθεν ἀνηρέθη ὑπὸ Πολυδεύκους. κεῖται ἡ ἱστορία παρὰ Φερεκύδη (p. 202) Εὐρυμέδων· ὁ Περσεύς (Euphor. fr. XVI). ἡ Ποσειδῶν. ἡ ἀετός. καὶ Ἑρμῆς 55 †εὐρυμνάσαι· ἐρευνῆσαι 57 εὔρυναν (Θ 260)· πλατύτερον ἐποίησαν εὐρύνειν· αὔξειν. †ἰχνεύειν Εὐρυόδεια· μεγαλάμφοδος. καὶ ἡ Δημήτηρ οὕτως ἐν Σχαρφ(ε)ίᾳ. καὶ ἡ γῆ 61—63 εὐρύοπα (Apoll. 79, 19)· μεγαλόφθαλμον. ἡ μεγαλόφωνον. ἡ τὸν μεγάλως ἐφορῶντα. οἱ δὲ τὸν μεγάλους ἤχους ἀποτελοῦντα διὰ τῶν βροντῶν εὔσελμος εὐρυπόροιο (O 381)· πλατεῖς πόρους ἔχου-σης, ἢ μεγάλους (<—ης) 66 εὐρυκύλω (Dor.) · πλατείας ἔχοντος πύλας Εὐρυσάκης· ὁ μεγάλην ἔχων ἀσπίδα. καὶ γενναῖος εὐρυσθενέα· μεγάλως ἰσχύοντα 70. 71 εὐρύστερνος· ὁ μεγάλα στήθη ἔχων. καὶ συνετός εὐρυτέρα· πλατυτέρα 74 εὐρώεντα (Y 65 al.) · πλατέα. ἀναπεπτα-μένα. σκοτεινά. καὶ ἅ περὶ τοὺς ἄρτους γίνεται εὐρώεντος· σκοτεινοῦ, ἀπὸ τοῦ εὐρῶτος εὐρωταν· εὐεξίαν. ὑγείαν Εὐρωπία· ἡ Ἥρα Εὐρώπη· χώρα τῆς δύσεως. ἡ σκοτεινή εὐρώπις· ἢ †πατρίς (Εὐρώπης ἢ πατρίς;) εὐρώπον (Eur. I. T. 626)· σκοτεινόν. πλατύ εὐρωσίαν· ῥῶσιν. ὑγείαν εὐρώστως (Xen. Ages. II 24)· ὑγιῶς. ἰσχυρῶς Εὐρώτας· ποταμός εὐρωτίαν· ἰόν. μελανίαν εὐρωτιῶν· ἠφανισμένος. ἐκ μεταφορᾶς τῶν ἄρτων, ὅταν ἄζυμοι ὦσι, χρονίσωσιν, ἢ ὑγροὶ τῷ †ἡλίῳ καὶ μὴ ξηρανθέντες 87 εὐς (M 98)· ἀγαθός, καλός. μέγας. εὐτυχής