Ancient Greek
1.414.44
Hesychius, Lexicon (Α-Ο) 1.414.44
Unproofread scanNot analysed yet
ἰννὴν· κόρην μικράν· καὶ τὴν ἐν τῷ ὀφθαλμῷ ἰννός· ὁ πῶλος, ὁ ἐξ ἵππου πατρὸς καὶ μη-τρὸς ἡμιόνου, ἄλλοι δὲ ὄνου. Ἀριστοτέλης (HA VI 24) δὲ φησιν ἰννὸν ἡμιόνειον ἀρ-σεν, τούτεστιν ὄρεα, τὸν ἐπὶ θηλείας ἀνα-βαίνοντα· γίνυσι δὲ ἐξ ἵππου νοσήσαν-τος. ἄλλοι δὲ ἡμιόνιον ἢ ἱππάριον ἀναυξές. Ἀριστοφάνης (Byz. p. 108) δὲ τοὺς ἰννοὺς γίνεσθαι ἐξ ἵππου πατρός, ὄνου δὲ μη-τρός