Ancient Greek
1.618.41 to 1.619.49
Hesychius, Lexicon (Α-Ο) 1.618.41-1.619.49
Unproofread scanNot analysed yet
ὄσταλιόχος· τόξευμα <ἄστιοχος?> ὄστασαν (Aeoles)· ἀνέστησαν ὄσταφίς (Cratin. p. 92 Nicopho p. 854)· οὕτω διὰ τοῦ ὠ ἔλεγον τὰς ἀσταφίδας [61. 62] ὀστρακίνδα (Ar. Eqq. 851)· παιδιὰ ἥν ἐπὶ τῷ ὀστράκῳ ὄστρακίς· ἀγαλμάτιόν τι Ἀφροδίτης ὀστρακισμός· οἱ κακονούστατοι τῷ δήμῳ ἐξωστρακίζοντο, καὶ κατεδிகάζοντο, ὀστράκοις ἐγγραφόντων τὸ ὄνομα τοῦ φευγομένου ὀστρακισμός· εἶδος φυγῆς ἐν ὀστράκοις γραφάντων. ἀπὸ τῶν ὀστράκων ὀστρακισμός ὀστραχον· ὁπότε τις ἀποθάνοι, γάστραν πρὸ τῶν θυρῶν ἐτίθεσαν, ἐξ ἄλλης οἰκίας λαμβάνοντες καὶ πληροῦντες ὕδατος ἀπτῆνα, τυτθόν, ἄρτι γυμνὸν ὀστράχων ἀντὶ τοῦ φῶν. τινὲς δὲ κελύφων ὄστρεα (Aesch. fr. 32, 10)· τὰ χογχύλια. Λάκωνες ἄνθος ὀστριμον (Antimach. fr. XXII)· ἐν ᾧ αἱ θεριναὶ μοναὶ τόπος. οἱ δὲ ἔπαυλις ὀσφραίνεται· ὀσμᾶται ὀσφρέσθαι· τὸ ὀσφρανθῆναι ὀσφύος (Ar. Pac. 1053)· ψόας. ῥάχις. καὶ τὸ πλησίον τῶν γλουτῶν ὀσφὺς (Ar. Lys. 964)· ὁ παρὰ πλευρὸν διάκενος τόπος ὀσχαι· κλήματα βοτρύων γέμοντα ὀσχέᾳ (Hippocr. 671, 50)· βαλλάντια, μαρσύππια. ἢ τὸ τῶν διδύμων ἀγγεῖον [ad 80] ὀσχεός· τὰ αὐτά ὅτι μάλιστα· λίαν, πάνυ, πλέον, σφόδρα, ἄγαν ὅτι μή· ὅτι οὐχί ὅτιοισιν· οἷστισιν ὁτιοῦν· τὸ τυχόν ὀτλεύει· πονεῖ. κακοπαθεῖ ὀτλημάτων· κακοπαθημάτων ὅς —οὖ λασσα θορυβώδης ὀτοτύζειν (Ar. Pac. 1011)· λέγειν. θρηνεῖν ὅτου δὲ δή· οὕτινος δὲ δή ὅτου δή· τίνος δή ὅτου ἕνεκα· τίνος ἕνεκα (Herod. II 63?) ὅτου οὖν· οὕτινος οὖν ὅτου χάριν· τίνος χάριν [15] ὀτραλέως (Γ 260)· ταχέως. ὀξέως. δραστι- κῶς. ἐνεργῶς (v. αἴφα) [17—20] ὀτρηροί (α 109)· ἀνδρεῖοι. ταχεῖς. ὀξεῖς. ἐνεργεῖς. δραστικοί. ὑπήκοοι. πιστοί. σπου- δαῖοι ὀτρηρόν· τὰ αὐτά ὄτριχας (Β 765)· ὁμοιότριχας ὀτρύγη· χόρτος. καλάμη ὀτρυγηφάγου (Archil. fr. 95)· περιττὸν τὸ ὀ. Τρύγη γὰρ ὁ σῖτος καὶ ὁ χόρτος [26] (ὀτρυνέμεν·) κελεύειν. σπεύδειν. παρορ- μᾶν ὀτρυντήρ· κήρυξ. κελευστής. σαλπι(γ)κτήρ ὀτρυντής (Τ 235)· παρακέλευσις. προτροπή ὀττεσθαι· κληδονίζεσθαι [31] †ὄττις· ὅφεις [33] ὀττοτοῖ· θρηνῶδες ἐπίφθεγμα οὖ· οὕτινος σημαίνει δὲ καὶ ὅπου καὶ ἐνθα τὸ οὖ οὖ· ἐπίρρημα ἀρνητικὸν κατὰ στέρησιν, ἤτοι οὐχί. εἴωθεν δὲ αὐτὸ ὁ ποιητὴς παραλαμ-