Ancient Greek
2.schmidt-1867.column-260
Hesychius, Lexicon (Α-Ο) 2.schmidt-1867.column-260
Unproofread scanNot analysed yet
ἀκροαταὶ αὐλοῦντες αὔληρα ἡνίας. αὔληρον χαλινόν. σχοινίον· οἱ δὲ σπεῖραν αὐλῆς· ἐπαύλεως· αὐλῆς ἐν χόρτῳ ἐν τῷ περιφράγματι τῆς αὐλῆς περιωρισμένῳ καὶ γὰρ τὰ ὅμορα σύγχορτα λέγουσιν αὐλῆς· τῆς κατ' ἀγροὺς ἐπαύλεως λέγει αὐλητηρία· αὐλῶν θήκη αὐλητήριον· τόπος παρὰ Ταραντίνοις αὐλητής· εἶδος σφηκός αὐλίζομαι μένω, ἐνδιατρίβω αὐλιζομενάων εἰς κοίτην ἐλαυνομένων αὐλίξαι στασιάσαι δραμεῖν Αὐλίς πόλις ἢ τις δίδυμος ἐπίθετον Ἀπόλλωνος, ὁμοίως καὶ Διός φλέψ αὐλίσκοι ἐνώτια Πέρσαι αὐλισμός· διανυκτέρευσις αὐλός κιθάρα. ἢ σῦριγξ αὐλόν τὴν ῥύσιν τοῦ αἵματος αὐλουρός· οἰκοφύλαξ αὐλωλάζειν· τὸ συρίττειν διὰ τῶν δακτύλων αὐλών· ἀναφορὰ τοῦ ὕδατος. καὶ λειμών, ἢ ἔφυδρος τόπος αὐλῶνα Αἰσχύλος καὶ τὴν τάφρον καὶ τὴν πυράν αὐλῶνες οἱ ἐπ' εὐθείας τόποι. φάραγγες. τόποι πλατεῖς ἐπὶ τὰ ὄρη αὐλωνίζουσα· ἐν αὐλῶσι διάγουσα αὐλώνων