Ancient Greek
17.2
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 17.2
Unproofread scanNot analysed yet
(2) Strabo, lib. I, 1 :Τῆς τοῦ φιλοσόφου πραγματείας εἶναι νομίζομεν, εἴπερ ἄλλην τινά, καὶ τὴν γεωγραφικήν, ἣν νῦν προεχόμεθα ἐπισκοπεῖν. Ὅτι δ’ οὐ φαῦλως νομίζομεν, ἐκ πολλῶν ὅλῳ. Οἱ τε γὰρ πρῶτοι θαρρῆσαντες αὐτὴς ἀχθῆναι τοιοῦτοί τινες ὑπῆρξαν, Ὀμηρος τε καὶ Ἀναξιμάνδρος δὲ Μιλῆσιος καὶ Μιλήσιος, ὁ πολιτὴς αὐτοῦ, καλῶς καὶ Ἐρατοσθένης ἐνταῦ καὶ Δημόκριτος δὲ καὶ Εὐδόξος καὶ Δικαίαρχος καὶ Ἔφορος καὶ ἄλλοι πλείους· ἔτι δὲ οἱ μετὰ τούτους, Ἐρατοσθένης τε καὶ Πολέμων καὶ Ποσειδώνιος, ἄνδρες φιλόσοφοι· ἢ τε πολυμάθεια, δι’ ἣς μόνης ἐπικέσθαι τοῦδε τοῦ ἔργου δυνατόν, οὐκ ἄλλου τινὸς ἐστὶν ἢ τοῦ τὰ θεῖα καὶ τὰ ἀνθρώπεια ἐπιβλέποντος, ὅπερ τὴν φιλοσοφίαν ἐπιστήμην φασίν. Ὡς δ’ αὐτὸς καὶ ἡ ἀρετὴ ποικίλη τις οὖσα, ἡ μὲν πρὸς τὰ πολιτικὰ καὶ τὰς ἡγεμονίας πράξεις, ἡ δὲ πρὸς ἐπιστήμην τῶν τε οὐρανίων καὶ τῶν ἐπὶ γῆς καὶ θαλάττης ζῴων καὶ φυτῶν καὶ καρπῶν καὶ τῶν ἄλλων ὅσα ἰδεῖν παρ’ ἑκάστοις ἐστίν, τὸν αὐτὸν ὑπογράφει ἄνδρα, τὸν φροντίζοντα τῆς περὶ τὸν βίον τέχνης καὶ εὐδαιμονίας.