Ancient Greek
188.1
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 188.1
Unproofread scanNot analysed yet
(1) Diogenes Laertius VII, 168 :Κλεάνθης Φανίου, Ἄσσιος. Οὗτος πρῶτον ἦν πύκτης, ὡς φασιν Ἀντισθένης ἐν διαδοχαῖς. Ἀφικόμενος δὲ εἰς Ἀθῆνας, τέσσαρας ἔχων ὀκτακίας (καθὼς φασί τινες) καὶ Ζήνωνι παραβαλὼν ἐφιλοσόφησε γενναιότατα, καὶ ἐπὶ τῶν αὐτῶν ἔμεινε δογμάτων. Διεδοχὴν δὲ ἐπὶ φιλοσοφίᾳ, ὅς γε πέντε ὧν ἤγαγ ὥρμησε μισθοφορεῖν καὶ νυκτωρ μεν ἐν τοῖς κήποις ἤντλει, μεθ’ ἡμέραν δὲ ἐν τοῖς λόγοις ἐγυμνάζετο· ὅθεν καὶ Φρεάντης ἐκλήθη. Suidas :Κλεάνθης, Φανίου, Ἄσσιος, μαθητὴς Κράντιος, εἶτα Ζήνωνος, οὗ καὶ διάδοχος γέγονε, διδάσκαλος δὲ τοῦ φιλοσόφου Χρυσίππου. Οὗτος πρότερον ἦν πύκτης, ἐλθὼν δὲ εἰς Ἄθῆνας ἠρᾶσθὲν φιλοσοφίας καὶ τοσοῦτον γέγονε φιλόπονος, ὥστε δεῦτερος Ἡρακλῆς κληθῆναι· μὴ ἔχων γὰρ ὅθεν τραπεζῇ, τὰς μὲν νυκτὰς ἤντλει ὕδωρ μισθῷ, καὶ μεθ’ ἡμέραν τοῖς μαθήμασι καὶ τοῖς βιβλίοις ἐσχολάζεν· ὅθεν ἐπωνομάσθη καὶ Φρεάντης.