Ancient Greek
195.6
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 195.6
Unproofread scanNot analysed yet
Τοῖσιν δ᾽ ἐν μέσσῳσι παῖς φόρμιγγι λιγείῃ ἱμερόεν κιθάριζε, Λίνον δ᾽ ὑπὸ καλὸν ἀείδεν. Πάμμος δὲ, ὃς Ἀθηναίοις τῶν ὕμνων ἐποίησε τοὺς ἀρχαιοτάτους, οὗτος ἀκμάζοντος ἐπὶ τοῦ Λίνου τοῦ πένθους Οἰτολίνοι ἐκάλεσεν αὐτόν. Σαπφὼ δὲ ἧ, Λεσβία τοῦ Οἰτολίνου τὸ ὄνομα ἐκ τῶν ἐπῶν τῶν Πάμμου μαθοῦσα Ἄδωνιν ὁμοῦ καὶ Οἰτολίνον ἦσεν. Θηβαῖοι δὲ λέγουσι παρὰ σφίσι ταφῆναι τὸν Λίνον, καὶ ὡς μετὰ τὸ πταῖσμα τὸ ἐν Χαριωνεῖ τὸ Ἕλληνικὸν Φιλίππου ὁ Ἀμύντου κατὰ δὴ τινα ὀξὺν ὀνειράτος τὰ ὀστᾶ ἀνελόμενος τοῦ Λίνου κομίσεσιν ἐς Μακεδονίαν᾽ ἐκεῖνον μέν δή, αὐτὸς ἐξ ἐνυπνίων ἄλλων ὁπίσω τοῦ Λίνου τὰ ὀστᾶ ἐς Θήβας ἀποστείλαι, τὰ δὲ ἐπιθήκα τοῦ τάφου, καὶ ὅσα σμικεῖα ἄλλα ἦν, ἀνὰ χρόνον φασὶν ἀφανισθῆναι. Λέγεται δὲ καὶ ἄλλα τοῦδε ὑπὸ Θηβαίων, ὡς τοῦ Λίνου τοῦτο γένουτο ὕστερον ἕτερος Λίνος καλούμενος Ἱσμιγνίου, καὶ ὡς Ἡρακλῆς ἐπὶ παῖς ὤν ἀποκτείνεν αὐτὸν διδάσκαλον μουσικῆς ὄντα. Ἐπη δὲ οὗτε ὁ Ἀμριμάχρου Λίνος οὔτε ὁ τοῦτο γένουτο ὕστερον ἐποίησαν ἢ καὶ ποιηθέντα ἐς τοὺς ἑπεῖτα οὐκ ἤλθεν. Cf. Orig. contr. Cels. I p. 14, infra adn. 6.