Ancient Greek
244.2
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 244.2
Unproofread scanNot analysed yet
Τῶν δὴ πρώτων φιλοσοφησάντων οἱ πλεῖστοι τὰς ἐν ὕλης εἶδει μόνας ὡρήσαν ἀρχὰς εἶναι πάντων· τὰς γὰρ ἐστιν ἀπαντα τὰ ὄντα καὶ ἐξ οὗ γίνεται πρώτου καὶ εἰς ὃ φθείρεται τελευταίον, τῆς μὲν οὐσίας ὑπομένουσης, τοῖς δὲ πάθεσι μεταβαλλούσης, τοῦτο στοιχεῖον καὶ ταύτην ἀρχὴν φασι εἶναι τῶν ὄντων. . . . . τὸ μέντοι πλήθος καὶ τὸ εἶδος τῆς τοιαύτης ἀρχῆς οὐ τὸ αὐτὸ πάντες λέγουσιν, ἀλλὰ Θαλῆς μὲν ὁ τῆς τοιαύτης ἀρχηγὸς φιλοσοφίας ὕδωρ εἶναι φησιν (διὸ καὶ τὴν γῆν ἐπ' ὕδατος ἀπερῆγναι εἶναι), λαβὼν ἴσως τὴν ὑπόληψιν ἐκ τοῦ πάντων δρᾶν τὴν τροφὴν ὑγρὰν εἶναι καὶ αὐτὸ τὸ θερμὸν ἐκ τούτου γιγνόμενον καὶ τούτῳ ζῶν (τὸ δ' ἐξ οὗ γίνεται, τοῦτ' ἐστιν ἀρχὴ πάντων), διὰ τε δὴ τοῦτο