Ancient Greek
253.2
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 253.2
Unproofread scanNot analysed yet
δ. Πιττακὸς Μιτυληναῖος. Καίρῳ γνῶθι. —Ὁ μέλλεις ποιεῖν, μὴ λέγε· ἀποτυγὼν γὰρ καταγελασθήσῃ. —Τοῖς ἐπιτηδείοις χρῶ. —Ὅσα νεμεσᾷς τῷ πλησίον, αὐτὸς μὴ ποιεῖ. —Κακαπραγούντα μὴ ὀνειδίζε· ἐπὶ γὰρ τούτοις νέμεσις θεῶν κάθηται. —Παρακαταθήκας ἀπόδος. —Ἀνέγῳ ὑπὸ τῶν πλησίων μικρά. —Ἀγάπα τὸν πλησίον μικρὰ ἐλαττούμενος. —Τὸν φίλον κακῶς μὴ λέγε, μηδ’ ἐγὼ τὸν ἐχθρὸν ἀσυνλόγιστον γὰρ τὸ τοιοῦτον. —Δεῖνόν τὸ συνιδεῖν τὸ μέλλον· ἀσφαλὲς τὸ γενόμενον, ἀσφαλὲς τὸ μέλλον. —Πιστὸν γῆ, ἀπιστον ὕλασσα. —Ἀπληστον κέρδος. —Κτῆσαι καλοκαγαθίαν. —Θεραπεῖαν ζήτει. —Φίλει τὴν παιδείαν, σωφροσύνην, φρόνησιν, ἀλήθειαν, πίστιν, ἐμπειρίαν, ἐπιδειξιότητα, ἐταιρείαν, ἐπιμέλειαν, οἰκονομίαν, τέχνην, εὐσέβειαν.