Ancient Greek
256.2
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 256.2
Unproofread scanNot analysed yet
ΚΛΕΟΒΟΥΛΟΥ. Μὴ ὑπερήφανος γίνου ποτέ. —Τῆς οἰκίας ἐπιμελού. —Τὰς βίβλους διέγγου. —Τὰ φίλτατα παίδευε. —Τὰ δίκαια κρίνε. —Τοὺς ἀγαθὸς ἀγαθὰ ποίει. —Κακολογίας ἀπέχου. —Τὴν ὑπόνοιαν ἄπεχε. —Τοὺς τεχόντας ὑπομονῇ νίκα. —Εὐποιίας ἥς ἐτυγες μηνμόνευε. —Τὸν ἐλάττω μὴ ἀποσχυδαλίσης. —Ἄλλοτρίων μὴ ἐπιθύμει. —Μὴ βίωχινδυνος ἔσο. —Ἄγάπα τὰ τοῦ πλησίου σου καὶ τήρει ὡς τὰ σαυτοῦ. —Ὁ σὺ μισεῖς, ἑτέρῳ μὴ ποιήσης. —Μὴ ἀπεῖλει μηδενί· γυναικώδεες γάρ. —Ὀάττον ἐπὶ ταῖς ἀτυχαίαις τῶν φίλων ἢ ταῖς εὐτυχίαις πορεύου. —Λίθος χρυσοῦ βάσανος, χρυσὸς δ' ἀνδρῶν. —Εὐχὴς γὰρ οὐδὲν ἐστι τιμιώτερον. —Ψευδὴς διαβολή (**)τὸν βίον λυμαίνεται. —Ψεῦδος δὲ μισεῖ πᾶς φρόνιμος καὶ σοφός.