Ancient Greek
264.5 to 265.6
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 264.5-265.6
Unproofread scanNot analysed yet
12. Ἐρωτηθείς, τίνι διαφέρουσιν οἱ πεπαιδευμένοι τῶν ἀπαιδεύτων, ἔφη, ἐπιστὶν ἀγχοαῖς. 13. Ἐρωτηθείς, τί δύσκολον, (ἔφη,) τὸ τὰ ἀπόρρητα σιωπῆσαι, καὶ σχολὴν εὑ διαθέσθαι, καὶ ἀδικοῦμενον δύνασθαι φέρειν. 14. Ἀκούσας τινὸς λέγοντος μηδένα ἔχειν ἐχθρόν, ἠρώτησεν, εἰ μηδένα φίλον ἔχει, νομίζων ἐξ ἀνάγκης ἐπακολουθεῖν καὶ συνεμπλέκεσθαι φιλίαις ἀπεχθείας. 15. Ἐρωτηθείς, τί χαλεπώτατον, «τὸ γινώσκειν ἑαυτὸν »ἔφη· πολλὰ γὰρ ὑπὸ φιλαυτίας ἕκαστον ἑαυτῷ προστιθέναι. 16. Λυπουμένου τινὸς ἐπὶ τοῖς αὐτοῦ κακοῖς, εἶπεν· εἰ τὰ πάντων κατανοήσης, ἧττον ἐπὶ τοῖς σαυτοῦ δυσφορήσεις. 6. Τὰς νίκας ἄνευ αἵματος ποιοῦ. καὶ ἀπολύσας εἶπε· συγγνώμη μετανοίας κρείσσω. 14. Ἐρωτηθεὶς, τί ἄριστον; ἔφη τὸ παρὸν εὖ ποιεῖν, καὶ ὑπὸ Κροίσου, τίς ἀρχὴ μεγίστη; ἡ τοῦ ποικίλου, ἔφη, βύλου, σημαίνων τὸν νόμον. 15. Ἐρωτηθεὶς ὑπὸ Μυρσίλου, τί παράδοξον εἴη ἑωρακώς, ἀπεκρίνατο τύραννον γέροντα. 16. Ἠρώτησε τις, διότι οὐ βούλεται γῆμαι τοῦ δὲ σήσαντος· ἐὰν μὲν καλὴν γῆμω, ἐξω κοινὴν, ἐὰν δὲ αἰσχράν, ἐξω ποινὴν· Οὐμενοῦν, ἔφη, ἀλλ’ ἐὰν μὲν καλὴν γῆμης, οὐχ ἔξεις ποινὴν, ἐὰν δὲ αἰσχράν, οὐχ ἔξεις κοινὴν. 17. Ἐρωτηθεὶς, εἰ λανθάνει τις τοὺς θεοὺς φαῦλόν τι ποιῶν, εἶπεν· οὔ, οὐδὲ διανοούμενος. 18. Ὁ Πιττακὸς ἑκεῖνος, οὐ μέγα μὲν ἀνδρείας, μέγα δὲ σοφίας καὶ δικαιοσύνης κλέος, εἰσὶτα ξένους ἐπελθούσας δὲ ἡ γυνὴ μετ’ ὀργῆς ἀνέτρεψε τὴν τράπεζαν· τῶν δὲ ξένων διατραπεντῶν· Ἐκάστω τι (ἔφη) ἡμῶν κακὸν ἐστιν. ὁ δὲ τοῦμόν, ἄριστα πράττει. Οὗτος μακάριος ἐν ἀγορῇ νομίζεται, “Ὅταν δ’ ἀνοίξῃ τὴν θύραν, τρισάθλιος. Γυνὴ κρατεῖ πάντων, ἐπιτάττει, μάγεται ἀεί. Ἄπὸ πλειόνων δύναται, ἐγὼ δ’ ἀπ’ οὐδενός. 7. Εὐχάριστον ὁ χρόνος. 7. Ἥδονὴ σὺν τῷ καλῷ δίκαιον. 8. Συνετῶν ἀνδρῶν, πρὶν γενέσθαι τὰ δυσχερῆ, προνοῆσαι ὅπως μὴ γένηται, ἀνδρείων δέ, γενόμενα εὖ ὑποσῆναι. 9. Ἔχοντα δεῖ τοῦτον τε καὶ ἰσόδοχον φρόνητραν στείγειν ποτὶ φῶτα κακόν· πιστὸν γὰρ οὐδὲν γλῶσσα διὰ στόματος λαλεῖ διχόμυθον ἔχουσα καρδίην νόημα. 10. Τῶν μὲν ἀγρίων θηρίων κάκιστον ὁ τύραννος, τῶν δὲ ἡμέρων ὁ κόλαξ. 11. Νόμος. Τῷ μεθῴντι, ἐὰν ἀμάρτῃ, διπλῆ ζημία ἔστω.