Ancient Greek
266.9
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 266.9
Unproofread scanNot analysed yet
τοῦ πατρός, κατακριθῆσαι· εἰ δὲ δικαιότερα, διὰ 2 Τί πρεσβύτατον; Θεός· (ἔφη Θαλῆς) ἀγέννητον γὰρ ἐστι. Τί μέγιστον; τόπος· τάλλα μὲν γὰρ ὁ κόσμος, τὸν δὲ κόσμον οὗτος περιέχει. Τί κάλλιστον; κόσμος· πᾶν γὰρ τὸ κατὰ τάξιν τούτου μέρος ἐστὶ. Τὶ σοφώτατον; χρόνος· τὰ μὲν γὰρ εὐρηκεν οὕτως ἤδη, τὰ δὲ εὐρήσει. Τί κοινότατον ; ἐλπίς· καὶ γὰρ οἷς ἄλλο μηδέν, αὕτη πᾶρεστι. Τί ὠφελιμώτατον; ἀρετή· καὶ γὰρ τὰλλα τῷ γρῆσθαι καλῶς ὠφέλιμα ποιεῖ. Τί βλαβερώτατον; κακία· καὶ γὰρ τὰ πλεῖστα βλάπτει παραγενομένη. Τί ἰσχυρότατον; ἀνάγκη· μόνον γὰρ ἀνίκητον. Τί βραστον; τὸ κατὰ φύσιν· ἐπεὶ πρὸς ἡδονὰς γε πολλάκιν ἀπαγορεύουσιν.