Ancient Greek
268.6 to 269.5
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 268.6-269.5
Unproofread scanNot analysed yet
ἐνταῦθα δηλὸς ἐστιν ὡς αἴτιοί εἰ; ἄλληλα μεταβάλλειν τὰ στοιχεῖα. 1. Ἀστοῖσιν ἀρεσκε πᾶσιν, ἐν πόλει αἰκὲ μένης· πλείσταν γὰρ ἔχει χάριν· αὐθάδης δὲ τρόπος πολλάκι δὴ βλαβερὰν ἐξέλαμψεν ἄταν. 2. Τὸ μὲν ἰσχυρὸν γενέσθαι τῆς φύσεως ἔργον· τὸ δὲ λέγειν δύνασθαι τὰ συμφέροντα τῇ πόλει ψυχῆς ἴδιον καὶ φρονήσεως· εὐπορία δὲ χρημάτων πολλοῖς καὶ διὰ τύχην περιγίνεται. 3. Ἀτυχὴς ὁ ἀτυχίαν μὴ φέρων. πρὸς τὴν ματαιότητος θεωρίαν, πρὸς δὲ τὴν ἀλη-θινοῦ φωτὸς κατακίνησιν ἐξαμαυροῦται. 14 Ἐρωτηθεὶς, τί δυσχερεῖς, Τὴν ἐπὶ τὸ χειρόν, ἔφη, μεταβολὴν εὐγενῶς ἔνεγκεῖν. Ἐρωτηθείς, ποῖος τῶν θανάτων κακός, ἔφη, Ὁ ἀπὸ τῶν νόμων ὑπαγόμενος. 16. Ἐρωτηθείς, τίς ἀρίστος σύμβουλος; Ὁ καιρός, ἔφη. 17. Συμπλέων ποτὲ ἀσεβέσι, χειμαζομένης τῆς νενὸς κλᾶνειν τοὺς θεοὺς ἐπιχλουμένων, Σιγάτε, ἔφη, μὴ αἰσθωνται ὑμᾶς ἐνθάδε πλέοντας. 18. Ἐρωτηθεὶς ὑπ’ ἀσεβοῦς ἀνθρώπου, τί ποτὲ ἐστιν εὐσέβεια; ἔσῃγα· τοῦ δὲ τὴν αἰτίαν τῆς σιγῆς πυθομένου, Σιωπῶ, ἔφη, ὅτι περὶ τῶν οὐδὲν σοι προσήκόντων πυθάνῃ. 19. Ἐρωτηθείς, τί γλυκύ ἀνθρώποις; Ἑλπίς, ἔφη. 20. Ἐρωτηθείς, τί ἂν εἴη τῶν κατὰ βίον ἀφόβον, εἶπεν, Ὀρθὴ συνείδησις. 21. Θανάτῳ μέλλον καταδικάζειν τινὰ ἐδάκρυσεν. Εἰπόντος δέ τινος, τί παλῶν αὐτὸς καταδικάζεις καὶ κλαίεις; εἶπεν, ὅτι ἀναγκαῖόν ἐστι τῇ μὲν φύσει τὸ συμπαθὲς ἀποδιδόναι, τῷ δὲ νόμῳ τὴν κρίσιν. 9 Τόπων μεταβολαὶ οὔτε φρόνησιν διδάσκουσιν, οὔτε ἀφροσύνην ἀφαιροῦνται. 10 Οἱ φρόνιμοι μᾶλλον ὑπὸ τῶν ἀφρόνων, ἢ οἱ ἀφρο-νες ὑπὸ τῶν φρονίμων ὠφελοῦνται· οὗτοι μὲν γὰρ φυλάσσονται τὰς ἐκείνων ἀμαρτίας, ἐκεῖνοι δὲ τὰς τούτων μὴ μιμούμενοι κατρούσονται. 11 Δεῖ τὸν ἀγαθὸν ἄνδρα μεμνήσθαι μὲν τῶν γεγενη-μένων, πράττειν δὲ τὰ ἐνεστῶτα, περὶ δὲ τῶν μελλόντων ἀσφαλίζεσθαι. 12 Μία ἐστὶν ἀρχὴ τοῦ καλῶς βουλεύεσθαι τὸ γινώσκει περὶ οὗ ὁ λόγος· εἰ δὲ μή, τοῦ παντὸς ἀμαρτά-νειν ἀνάγκη.