Ancient Greek
301.1
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 301.1
Unproofread scanNot analysed yet
ΜΕΛΙΣΣΟΥ ΑΠΟΣΠΑΣΜΑΤΙΑ. §1. Εἰ μὴν μηδὲν ἔστι, περὶ τούτου τί ἂν λέγοιτο ὡς ὄντος τινός; εἰ δὲ τι ἔστι, ἤτοι γινόμενόν ἐστι, ἢ αἰεὶ ὄν. Ἄλλ' εἰ γινόμενον, ἤτοι ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος· ἀλλ' οὐτὲ ἐκ μὴ ὄντος οὐὐν τε γίγνεσθαι τι, οὔτε ἄλλο μὲν οὐδὲν ὄν, πολλῷ δὲ μᾶλλον τὸ ἀπλῶς ὄν· οὔτε ἐκ τοῦ ὄντος· εἰ γὰρ ἂν οὕτω καὶ οὐ γίνοιτο. οὐχ ἄρα γινόμενόν ἐστι τὸ ὄν· αἰεὶ ὄν ἄρα ἔστι. Οὔτε φθαρήσεται τὸ ὄν· οὔτε γὰρ ἐς τὸ μὴ ὄν οὐὐν τε τὸ ὄν μεταβάλλειν· συγχωρεῖται γὰρ καὶ τοῦτο ὑπὸ τῶν φυσικῶν· οὔτε ἐς ὄν· μένει γὰρ ἂν πάλιν οὕτως καὶ οὐ φθεῖροῖτο. Οὔτε ἄρα γέγονε τὸ ὄν, οὔτε φθαρήσεται. Αἰεὶ ἄρα ἦν τε καὶ ἔσται.