Ancient Greek
302.1
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 302.1
Unproofread scanNot analysed yet
§5. Καὶ κατ’ ἄλλον δὲ τρόπον οὐδὲν κενεόν ἐστι τοῦ ὄντος· τὸ γὰρ κενεὸν οὐδὲν ἐστι· οὐκ ἄν ὡν εἴη τὸ γε μηδὲν. Οὐ κινεῖται ὧν τὸ ὂν· ὑποχωρήσει γὰρ οὐκ ἔχει οὐδαμῇ, κενεοῦ μὴ ὄντος. Ἄλλ’ οὐδὲ ἐς ἑαυτὸ συσταλῆναι δυνατόν· εἰ γὰρ ἂν οὕτως ἀραϊότερον ἑαυτοῦ καὶ πυκνότερον· τοῦτο δὲ ἀδύνατον. Τὸ γὰρ ἀραίων ἀδύνατον ὁμοίως εἶναι πλήρες τῷ πυκνῷ, ἀλλ’ ἤδη τὸ ἀραίων γε κενεώτερον γίνεται τοῦ πυκνοῦ· τὸ δὲ κενεὸν οὐκ ἐστι. Εἰ δὲ πλήρες ἐστι τὸ ὂν ἢ μή, κρίνειν γρῆ τῷ ἐσδέχεσθαι τι αὐτὸ ἄλλο, ἢ μή· εἰ γὰρ μὴ ἐσδέγεται, πλήρες· εἰ δὲ ἐσδεχοῖτό τι, οὐ πλήρες. Εἰ ὧν ἐστιμὴ κενεόν, ἀνάγκη πλήρες εἶναι· εἰ δὲ τοῦτο, μὴ κινεῖσθαι· οὐ γ. ὅτι μὴ δυνατόν διὰ πλήρεος κινέεσθαι, ὡς ἐπὶ τῶν σωμάτων λέγομεν, ἀλλ’ ὅτι πᾶν τὸ ὂν οὔτε ἐς ὂν δύναται κινεῖσθαι· οὐ γὰρ ἐστι τι παρ’ αὐτό· οὔτε ἐς τὸ μὴ ὂν· οὐ γὰρ ἐστι τὸ μὴ ὂν.