Ancient Greek
302.3
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 302.3
Unproofread scanNot analysed yet
§7. “Ὁ τε τοίνυν οὐκ ἐγένετο, ἔστι τε καὶ αἰεὶ ἦν, καὶ αἰεὶ ἔσται· καὶ ἀρχὴν οὐκ ἔχει οὔτε τελευτήν, ἀλλ’ ἀπειρόν ἐστι. Εἰ μὲν γὰρ ἐγένετο, ἀρχὴν ἂν εἴχε· ἡρξάτο γὰρ ἂν ποτε γινόμενον· καὶ τελευτήν· ἐτελεύτησε γὰρ ἂν ποτε γινόμενον. Εἰ δὴ μήτε ἡρξάτο μήτε ἐτελεύτησε, αἰεὶ τε ἦν καὶ αἰεὶ ἔσται, οὐκ ἔχον ἀρχὴν οὔτε τελευτήν. Οὐ γὰρ αἰεὶ εἶναι ἄνυστόν, ὅ,τι μὴ πᾶν ἐστι.