Ancient Greek
31.2
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 31.2
Unproofread scanNot analysed yet
πρῶτοι δὲ καὶ τόνδε τὸν λόγον Αἰγύπτιοι εἰσι οἱ εἰπόντες, ὡς ἀνθρώπου ψυχὴ ἀθάνατός ἐστι, τοῦ σώματος δὲ καταφθίνοντος ἐς ἄλλο ζῷον αἰεὶ γινόμενον ἐσδύεται, ἐπεὶν δὲ περιέλθῃ πάντα τὰ χερσαῖα καὶ τὰ θαλάσσια καὶ τὰ πετεινά, αὐτὶς ἐς ἀνθρώπου σῶμα γινόμενον ἐσδύειν· τὴν περίλυσιν δὲ αὐτὴ γίνεσθαι ἐν τρισχιλίοις ἔτεσι· τούτῳ τῷ λόγῳ εἰσὶ οἱ Ἕλληνων ἐχρήσαντο, οἱ μὲν πρότερον, οἱ δὲ ὕστερον, ὡς ἴδιῳ ἑωυτῶν ἔοντι· τῶν ἐγὼ εἴδως τὰ σύνομματα οὐ γράφω.