Ancient Greek
318.1
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 318.1
Unproofread scanNot analysed yet
νον ἂν ἐτελευτήσῃ ποτε. Πᾶν δὲ ἄπειρον ἐν εἶναι· εἰ γὰρ πλεῖω ἢ δύο εἴη, πέρατ’ ἂν εἶναι ταῦτα πρὸς ἀλλήλα· ἐν δὲ ὁμοῖον εἶναι πάντα· εἰ γὰρ ἀνόμοιον, πλεῖω ὄντα οὐκ ἂν ἐτι ἐν εἴη, ἀλλὰ πολλά. Αἴδιον δὲ ὁν ἄμετρόν τε καὶ ὁμοῖον πάντα, ἀκίνητον εἶναι τὸ ἐν. Οὐ γὰρ ἂν κινηθήναι, μὴ εἰς τι ὑποχωρήσαν· ὑποχωρήσει δὲ ἀνάγκην εἶναι ἤτοι εἰς πλήρες ἰόν, ἢ εἰς κενόν. Τούτων δὲ τὸ μὲν οὐκ ἂν δέξασθαι, τὸ πλήρες, τὸ δὲ οὐκ εἶναι οὐδέν, τὸ κενόν. Τοιούτω δὲ ὁν τὸ ἐν ἀνώδυνόν τε καὶ ἀνάλητον ὑγίης τε καὶ ἄνοσον εἶναι, οὔτε μεταχαιοῦμενον ὄσει, οὔτε ἐτεροιοῦμεν εἴδει, οὔτε μιγνύμενον ἄλλω. Κατὰ πάντα γὰρ ταῦτα πολλ. ά τε