Ancient Greek
327.1
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 327.1
Unproofread scanNot analysed yet
τι καὶ ἀγέννητον, τὶ μᾶλλον ἄπειρον δεῖκνυται; ἄπειρον γὰρ εἶναι φησιν, εἰ ἔστι μέν, μὴ γένομε δὲ· πέρατα γὰρ εἶναι τὴν τῆς γενέσεως ἀρχὴν τε καὶ τελευτὴν· καίτοι τί κωλύει ἀγέννητον ὂν ἔχειν πέρατα ἔκτὸς τῶν εἰρημένων; εἰ γὰρ ἐγένετο, ἔχειν ἀρχὴν ἀξιοῖ ταύτην, ὅθεν ἤρξατο γιγνόμενον. Τί δὴ κωλύει, καὶ εἰ μὴ ἐγένετο, ἔχειν ἀρχήν; οὐ μέντοι γε ἐξ ἧς ἐγένετο, ἀλλ’ ἑτέραν, καὶ εἶναι περαίνοντα πρὸς ἀλλήλα αὐτία ὄντα. Ἔτι τί κωλύει, τὸ μὲν ὅλον ἀγέννητον ὂν ἄπειρον εἶναι, τὰ δ’ ἐν αὐτῷ γιγνόμενα πεπεραθῶαι, ἔχοντ’ ἀρχὴν καὶ τελευτὴν γενέσεως; ἔτι καὶ, ὡς ὁ Παρμενίδης φησί, τί κωλύει καὶ τὸ πᾶν ἐν ὃν καὶ ἀγέννητον ὁμοῖα πεπεραθῶαι, καὶ εἶναι πάντοθεν εὐκύκλου σφαίρας ἐναλίγκιον ὀγκῷ, μεσοθὲν ἴσοπαλὲς πάντη; · τὸ γὰρ οὔτε τι μείζον οὔτε τι βιαϊότερον πελέμεν χρεῖον ἔστι τῇ ἡ τῇ. Ἔχον δὲ μέσον καὶ ἔσχατα, πέρας ἔχει ἀγέννητον ὂν, ἐπεὶ εἰ καὶ, ὡς αὐτὸς λέγει, ἐν ἔστι, καὶ τοῦτο σῶμα, ἔχει ἄλλα ἑαυτοῦ μέρη καὶ ταῦτα ὁμοία πάντα· καὶ γὰρ ὁμοιον οὕτω λέγει τὸ πᾶν εἶναι, οὐχὶ ὡς ἄλλοι ἑτέρῳ τινί, ὅπερ καὶ Ἀναξαγόρας ἐλέγχει, ὅτι ὁμοιον τὸ ἄπει-