Ancient Greek
333.1
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 333.1
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΞΕΝΟΦΑΝΟΥΣ. ΚΕΦ. γ'. Ἀδύνατόν φησιν εἶναι, εἰ τι ἔστι, γενέσθαι, τοῦτο 15 λέγων ἐπὶ τοῦ θεοῦ· ἀνάγκη γὰρ ἤτοι ἐξ ὁμοίου ἢ ἐξ ἀνομοίου γενέσθαι τὸ γιγνόμενον. Δυνατὸν δὲ οὐδέτερον· οὔτε γὰρ ὁμοιον ὑφ' ὁμοίου προσήκειν τεκνωθῆναι μᾶλλον ἢ τεκνωῖσαι· ταῦτα γὰρ ἀπαντα τοῖς γε ἴσοις καὶ ὁμοίοις οὐχ ὑπάρχειν πρὸς ἀλλήλα, οὔτ' ἂν ἐξ ἀνομοίου τἀνόμοιον γενέσθαι. Εἰ γὰρ γίγνοιτο ἐξ ἀσθενεστέρου τὸ ἰσχυρότερον ἢ ἐξ ἐλάττονος τὸ μείζον ἢ ἐκ χείρονος τὸ κρεῖττον ἢ τούναντίον τὰ χείρω ἐκ τῶν κρειττόνων, τὸ δὲ ἐξ οὐκ ὄντος ἂν γενέσθαι, ὅπερ ἀδύνατον· αἴτιον μὲν οὖν διὰ ταῦτα εἶναι τὸν θεόν. Εἰ δ' ἔστιν ὁ θεὸς ἀπάντων κράτιστον, ἕνα φησιν αὐτὸν προσήκειν εἶναι· εἰ γὰρ δύο ἢ πλείους εἰεν, οὐκ ἂν ἐπὶ κράτιστον καὶ βέλτιστον αὐτὸν εἶναι πάντων· ἕκαστος γὰρ ὧν τῶν πολλῶν ὁμοίως ἂν τοιοῦτος εἴη. Τοῦτο γὰρ εὖν καὶ θεοῦ δύναμιν εἶναι, κρατεῖν, ἀλλὰ μὴ