Ancient Greek
335.1
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 335.1
Unproofread scanNot analysed yet
τοιοῦτον ὃν ἐν, ὃν τὸν θεὸν εἶναι λέγει, οὔτε κινεῖσθαι οὔτε ἀκίνητον εἶναι. Ἀκίνητον μὲν γὰρ εἶναι τὸ μὴ ὂν· οὔτε γὰρ ἂν εἰς αὐτὸ ἕτερον, οὔτ’ ἐκεῖνο εἰς ἄλλο ἐλθεῖν· κινεῖσθαι δὲ τὰ πλεῖω ὄντα ἕνός· ἕτερον γὰρ εἰς ἕτερον δεῖν κινεῖσθαι. Εἰς μὲν οὖν τὸ μὴ ὂν οὐδὲν ἂν κινηθήναι· τὸ γὰρ μὴ ὂν οὐδαμῇ εἴναι. Εἰ δὲ εἰς ἄλλλῆλα μεταβάλλοι, πλεῖω ἂν αὐτὸ εἶναι ἕνός. Διὰ ταῦτα δὴ κινεῖσθαι μὲν ἂν τὰ δύο ἢ πλεῖω ἕνός, ἥρεμεῖν δὲ καὶ ἀκίνητον εἶναι τὸ οὐδέν· τὸ δὲ ἕν οὔτε ἥρεμεῖν οὔτε κινεῖσθαι· οὔτε γὰρ τῷ μὴ ὄντι οὔτε τοῖς πολλοῖς ὁμοῖον εἶναι. Κατὰ πάντα δὲ οὕτως ἔχει τὸν θεόν, αἰδίων τε καὶ ἕνα, ὁμοῖόν τε καὶ σφαιροειδὲ ὄντα, οὔτε ἄπειρον οὔτε πεπερασμένον, οὔτε ἥρεμεῖν οὔτε κινητὸν εἶναι.