Ancient Greek
338.5
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 338.5
Unproofread scanNot analysed yet
σπαιριοειδὲς, ὃ ἐκ τοῦ μέσου ὁμοίως πρὸς τὰ ἔσχατα· σῶμα δ' ἔσχατα ἔχειν ἢ πέρας οὐδὲν διαφέρει. Εἰ γὰρ καὶ τὸ μὴ ὂν ἀπειρον, διὰ τί οὐκ ἄν καὶ τὸ ὂν ἀπειρον; τί γὰρ κωλύει ἕνια ταῦτά λεγθῆναι κατὰ τοῦ ὄντος καὶ μὴ ὄντος; τὸ τε γὰρ οὐχ ὂν οὐδεὶς νῦν αἰσθάνεται, καὶ ὃν δέ τις οὐχ ἂν αἰσθάνοιτο νῦν· ἄραγε δὲ λεκτὰ καὶ διανοητά. Οὐ λευκὸν δὲ τὸ μὴ ὄν· ἄρ' οὖν διὰ τοῦτο τὰ ὄντα πάντα λευκά, ὅπως μὴ τι ταῦτό ἐστι κατὰ τοῦ ὄντος σημαίνωμεν καὶ μὴ ὄντος, ἢ οὐδὲν κωλύει καὶ τῶν ὄντων τι μὴ εἶναι λευκόν; Οὕτω δὲ καὶ ἄλλην ἂν ἀπόρρησιν δείξαιτο τὸ ἀπειρον, εἰ μὴ τῷ πάλαι λεγθέντι μᾶλλον παρὰ τὸ ἔχειν ἢ μὴ ἔχειν ἐστὶν ἀπαν. Ἄπαν. Ὥστε τὸ ὂν ἢ ἀπειρον ἢ πέρας ἔχον ἐστίν. Ἰσως