Ancient Greek
343.2
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 343.2
Unproofread scanNot analysed yet
Οὐδαμοῦθεν δὲ συμβαίνει ἐξ ὧν εἴρηκε, μηδὲν εἶναι· ἄ γὰρ καὶ ἀποδείκνυσιν, οὕτως διαλέγεται. Εἰ τὸ μὴ ὂν ἐστιν, ἢ ἀπλῶς εἰπεῖν τὸ μηδὲν, καὶ τὸ ὂν ἐστιν ἢ ἀπλῶς εἰπεῖν τὸ μηδὲν, καὶ τὸ ὂν ἐστιν ὁμοίως μὴ ὂν. Τοῦτο δὲ οὔτε φαίνεται οὕτως, οὔτε ἀνάγκη, ἀλλ' ὡς περ εἰ δυοῖν ὄντων, τοῦ μὲν ὄντος τοῦ δὲ δοκοῦντος, τὸ μὲν ἔστι, τὸ δ' οὐκ ἀληθές, ὅτι ἐστὶ τὸ μὴ ὂν. Διότι οὖν οὐκ ἔστιν, οὔτε εἶναι οὔτε μὴ εἶναι τὰ ἄμφω' οὐδ' ἕτερον οὐκ ἔστιν. Οὐδὲν γὰρ ἦντον, φησίν, εἴη ἂν τὸ μὴ εἶναι τοῦ εἶναι, εἴπερ εἴη τι καὶ τὸ μὴ εἶναι. Ἀτὰρ οὐδεὶς φησίν εἶναι τὸ μὴ εἶναι οὐδαμῶς. Εἰ δὲ