Ancient Greek
358.3
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 358.3
Unproofread scanNot analysed yet
27. Κόσμον τὸν αὐτὸν ἀπάντων οὔτε τις θεῶν οὔτε ἀνθρώπων ἐποίησεν· ἀλλ’ ἦν ἀεὶ καὶ ἔστι, πῦρ ἀείζωον, ἀπτόμενον μέτρῳ καὶ ἀποσβεννύμενον μέτρῳ. (Clemens Strom. V, 14 p. 711 :οὐ παραπέμπομαι καὶ τὸν Ἐμπεδοκλέα, ὃς φυσικῶς οὕτως τῆς τῶν πάντων ἀναλήψεως μέμνηται, ὃς ἐπομένης ποτὲ εἰς τὴν τοῦ πυρὸς οὐσίαν μεταβολῆς. Σαφέστατα Ἡράκλειτος ὁ Ἐφέσιος ταύτης ἐστὶ τῆς δόξης, τὸν μὲν τινὰ κόσμον αἰῶνιν εἶναι δοκιμάσας, τὸν δὲ τινὰ φθειρόμενον, τὸν κατὰ τὴν διακόσμησιν εἴδους οὐχ ἕτερον ὄντα ἐκείνου πῶς ἔχοντος· ἀλλ’ ὅτι μὲν αἰῶνιον τὸν ἐξ ἀπάσης τῆς οὐσίας αἰδίως ποιοῦν κόσμον ἦδει, φανερὸν ποιεῖ λέγων οὕτως· Κόσμον τὸν αὐτὸν κτλ.)