Ancient Greek
360.4
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 360.4
Unproofread scanNot analysed yet
43 ἧ οὐ καὶ Ἡράκλειτος ταυτὸν τοῦτο λέγει ὅν σὺ ἐπάγει, ὅτι ἀνθρώπων ὁ σοφώτατος πρὸς θεὸν πίθυχος φανείσται; 44 Ὅτι δὲ ἐστὶ παῖς τὸ πᾶν καὶ δι’ αἰῶνος αἰώνιος βασιλεύς τῶν ὅλων οὕτως λέγει· «αἰὼν παῖς ἐστὶ παίζων, πεττευῶν· παιδὸς ἡ βασιλείη. »Ὅτι δὲ ἐστὶν ὁ πόλεμος πατὴρ πάντων τῶν γεγονότων γενητὸς ἀγέννητος, κτίσις δημιουργός, ἐκείνου λέγοντος ἀκούομεν· «πόλεμος πάντων μὲν πατὴρ ἐστι, πάντων δὲ βασιλεύς, καὶ τοὺς μὲν θεοὺς ἐδειξε τοὺς δὲ ἀνθρώπους, τοὺς μὲν δούλους ἐποίησε τοὺς δὲ ἐλευθέρους. »