Ancient Greek
383.13
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 383.13
Unproofread scanNot analysed yet
47 Ὁσοὶ ἀπὸ γαστρὸς τὰς ἡδονὰς ποιοῦνται, ὑπερθεδληκότες τὸν καιρὸν ἐπὶ βρώσει ἢ πόσει ἢ ἀφροδισίοισι, ἐν τοῖσι πᾶσι αἱ μὲν ἡδοναὶ βραχεῖαι τε καὶ δι’ ὀλίγου γίνονται, ὅκσον ἂν χρόνον ἐσθίωσι ἢ πίνωσι, αἱ δὲ λύπαι πολλαί. Τοῦτο μὲν γὰρ τὸ ἐπιθυμεῖν αἰεὶ τῶν αὐτῶν πάρεστι· καὶ ὅκωταν γένηται, ὅκοῖον ἐπιθυμεῖν, διὰ ταχέος τε ἡ ἡδονὴ παροῦγεται καὶ οὐδὲν ἐν αὐτέοισι χρηστὸν ἐστι, ἀλλ’ ἡ τέρψις βραχεῖα καὶ αὐτὶς τῶν αὐτῶν δεῖ.