Ancient Greek
388.3 to 389.16
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 388.3-389.16
Unproofread scanNot analysed yet
Περί ἐπαίνου καὶ ψόγου. 120. Ἔστι ράδιον μὲν ἐπαινέειν ἃ μὴ χρή, καὶ ψέγειν, ἕκατερον δὲ πονηροῦ τινος ἥθεος. 121. Μεγάλα βλάπτουσι τοὺς ἀξυνέτους οἱ ἐπαινέοντες. 122. Εὐλογέειν ἐπὶ χαλοῖσι ἔργμασι καλόν· τὸ γὰρ ἐπὶ φλαύροισι κιβδηλου καὶ ἀπατεώνος. 123. Μωμεομένων φλαύρων ὁ ἀγαθὸς οὐ ποιεῖται λόγον. Περί παρόνησης. 124. Οἰκείον ἐλευθερίας παρόνησίη· κίνδυνος δὲ ἡ τοῦ καιροῦ διάγνωσις. 131. Πάντων κάκιστον ἡ εὐπετεῖν παιδεύσαι τὴν νεό-τητα· αὕτη γὰρ ἐστι, ἡ τίκτει τὰς ἡδονὰς ταύτας, ἐκ τῶν ἡ κακότης γίνεται. 143. Ὁ ἀντιλογοῦμενος καὶ πολλὰ λεσχηνευόμενος ἀφὺς εἰς μάθησιν τῶν χρή. Περὶ εὐνοίας καὶ κακονοίας. 144. Πλεονεξίη τὸ πάντα λέγειν, μηδὲν δὲ ἀκούειν ἐθέλειν. 145. Ἐριδαντέων δὲ, κατὰ Δημόκριτον, καὶ ἱμαντελι-κτέων λόγους ἀφετέον. 146. Οἱ φιλομεχρέες εἰς φιλίην μὴ εὐφυέες. 147. Φιλονεικίη πᾶσα ἀνόητος· τὸ γὰρ κατὰ τοῦ δυσμε-νέος βλαβερὸν θεωρεῦσα, τὸ ἴδιον ξυμφέρον οὐ βλέπει. 148. Ἡ τῶν ἀγαθῶν ἔρις ὥφελεὶ τὸν ζηλοῦντα, μὴ βλάπτουσα τὸν ζηλούμενον. 149. Μεγαλοψυχία τὸ φέρειν πράξεως πλημμελείην. 150. Φθόνος χολακείην ἐργάζεται, εὐνοίην δὲ οὐχ ἔχει.