Ancient Greek
389.3 to 390.7
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 389.3-390.7
Unproofread scanNot analysed yet
136. Κρέσσονές εἰσι αἱ τῶν πεπαιδευμένων ἐλπίδες ἢ δ τῶν ἀμαθέων πλοῦτος. 137. Οἱ ἀξύνετοι δυστυχεόντες σωφρονέουσι. 138. Νηπίοισι οὐ λόγος ἀλλὰ ξυμπορὴ γίνεται διδάσκα-λος. 139. Ἔστι πον νέου ξύνεσις καὶ γερόντων ἀξυνεσίη· χρόνος γὰρ οὐ διδάσκει φρονεῖν ἀλλ’ ὥραὶν τροφὴ καὶ φύσις. 140. Πόλλοι πολυμαθέες νόον οὐχ ἔχουσι. 141. Πολυνοῖην, οὐ πολυμαθόην ἀσκέειν χρή. 142. Μὴ πάντα ἐπίστασθαι προθύμεο, μὴ πάντων ἄμα-θὴς γένη. 152. Φίλοι οὐ πάντες οἱ συγγενεῖς, ἀλλ’ οἱ ὁμοφρονέοντες περὶ τοῦ ὁμῆφροντος. 161. Οὐδ’ ὑπ’ ἑνὸς φιλέσθαι δοκεῖ μοι ὁ φιλέων οὐδένα. 162. Ζῆν οὐχ ἀξίος, ὅτω μηδεὶς ἐστι χρηστὸς φίλος. 163. Ἑνὸς φιλίη ξυνετοῦ χρέσσων ἀξυνέτων ἀπάντων. 164. Ἐν εὐτυχίᾳ φίλον εὑρεῖν εὐπóρον, ἐν δὲ δυστυχίᾳ πάντων ἀπορώτατον. 165. Ἐκτρέπονται πολλοὶ τοὺς φίλους, ἐπὴν ἐξ εὐπορίας εἰς πενίην μεταπέσωσι. 166. Ὅτεω μηδὲ ἀμύνουσι ἐπὶ πολλῶν οἱ πειραθέντες φίλοι, δύστροπος. 167. Ἄξιον ἀνθρώπους ὄντας ἐπ’ ἀνθρώπων ξυμφορᾶσι μὴ γελᾶν, ἀλλ’ ὀλοφύρεσθαι. 168. Οἷσι ἡδονὴν ἔχουσι αἱ τῶν πέλας ξυμφοραί, οὐ ξυνάσαι μὲν ὡς τὰ τῆς τύχης κοινὰ πᾶσι, ἀπορεῦσι δὲ οἰκτίης χάρις. 169. Μὴ πᾶσι, ἀλλὰ τοῖσι δοκίμοισι πιστεύειν· τὸ μὲν γὰρ εὐχὴς, τὸ δὲ σωφρονέοντος. 170. Τὸν φάλλον παραφυλάττειν δεῖ, μὴ καιροῦ λάβηται. 153. Ὁμοφροσύνην φιλίην τίκτει. 171. Δόκιμος ἄνηρ καὶ ἀδόκιμος οὐκ ἐκ τῶν πρήσσει μόνον, ἀλλὰ καὶ ἐκ τῶν βούλεται. 172. Χαριζόμενος προσέχεττο τὸν λαμβάνοντα, μὴ κακὸν ἀντ’ ἀγαθοῦ κίδθηλος ἔων ἀποδῶ. 154. Ἡ μὲν μάχαιρα τέμνει, ἡ δὲ διαβολὴ χωρίζει φίλους. 155. Ὤτινι τὴν χάριν καταθήση, θάττον τὴν χάριν δίδου· ἡ γὰρ βραδύτης λυμαίνεται τὴν δόσιν. 156. Δυναμένος χρῖζεσθαι μὴ βράδυνε, ἀλλὰ δίδου, ἐπιστάμενος μὴ εἶναι τὰ πράγματα μόνημα. 157. Μικρὰ διδόναι βούλου μᾶλλον, ἢ μεγάλα ἐγγυᾶν, δ τε γὰρ κίνδυνος ἀπεστι καὶ ὁ λαβὼν ἔργων, οὐ λόγου χρείαν ἔχει. 158. Μικραὶ χάριτες ἐν καιρῷ μέγιστα τοῖσι λαμβάνουσι. 159. Χάριτας δέχεσθαι χρεῶν προσκοπευομένου χρεῶσονας αὐτέων ἀμοιβὰς ἀποδοῦναι. 160. Χαρῖστιχὸς οὐχ ὁ βλέπων πρὸς τὴν ἀμοιβὴν, ἀλλ’ ὁ εὖ ἔδραχ προσηχμένος.