Ancient Greek
397.3
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 397.3
Unproofread scanNot analysed yet
Καὶ δὴ ἐν μὲν τούτοις πᾶσαν σχεδὸν κινεῖ κατάληψιν, καὶ μόνον ἐξαιρέτως καθάπτεται τῶν αἰσθήσεων. Ἐν δὲ τοῖς Κανόσι δύο φησὶν εἶναι γνώσεις, τὴν μὲν διὰ τῶν αἰσθήσεων, τὴν δὲ διὰ τῆς διανοίας· τὴν μὲν διὰ τῆς διανοίας γνησίην καταγεί, προσαρτηρῶν αὐτῇ τὸ πιστὸν εἰς ἀληθείας χρισιν· τὴν δὲ διὰ τῶν αἰσθήσεων σκοτὴν ὀνομάζει, ἀφαιρούμενος αὐτῆς τὸ πρὸς διάγνωσιν τοῦ ἀληθοῦς ἀπλανεές. Λέγει δὲ κατὰ λέξιν· Γνώμης δὲ δύο εἰσὶν ἰδέαι· ἡ μὲν γνησίη, ἡ δὲ σκοτὴ· καὶ σκοτὴς μὲν τάδε ξύμπαντα, ὄψις, ἀκοή, ὀσμή, γεῦσις, ψαῦσις· ἡ δὲ γνησίη ἀποκεκριμένη δὲ ταύτης. Εἶτα προκρίνων τῆς σκοτὴς τὴν γνησίην ἐπιφέρει λέγων· Ὅταν ἡ σκοτὴς μηκέτι δύνηται μήτε ὁρῆν ἐπ’ ἐλαττον, μήτε ἀκούσιν, μήτε ὀσμάσθαι, μήτε γεύεσθαι, μήτε ἐν τῇ ψαύσει αἰσθάνεσθαι, ἀλλ’ ἐπὶ λεπτότερον. Οὐκοῦν καὶ κατὰ τοῦτον ὁ λόγος ἐστὶ κριτήριον, ὃν γνησίην γνώμην καλεῖ.