Ancient Greek
400.1
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 400.1
Unproofread scanNot analysed yet
εὐθεῖαι καὶ ἀνίκοι, καὶ ὁμοιοσχημονοῦντες τοῖς ἀποτυπουμένοις. Τὰ γὰρ ὁμόφυλα μάλιστα ἕκαστον γνωρίζειν. 14. Πρῶτον μὲν οὖν ἀτοπος ἡ ἀποτύπωσις ἡ ἐν τῷ ἀέρι· δεῖ γὰρ ἔχειν πυκνότητα καὶ μὴ ὁρυπτεσθαι τὸ πυκνούμενον, ὥσπερ καὶ αὐτὸς λέγει παραβάλλων, τοιαύτην εἶναι τὴν ἐντύπωσιν, ὅλον εἰ ἐκμάζειας εἰς κηρόν. Ἔπειτα μᾶλλον ἐν ὕδατι τυποῦσθαι δυνατόν, ὅσω πυκνότερον· ἥττον δὲ ὁρᾶσθαι. Καίτοι προσῆκε μᾶλλον. Ὁλοῦς δὲ ἀπορροῦν ποιούσιν τῆς μορφῆς, ὥσπερ ἐν τοῖς περὶ τῶν εἰδῶν, τί δεῖ τὴν ἀποτύπωσιν ποιεῖν; αὐτὰ γὰρ ἐμφαίνεται τὰ εἴδωλα.