Ancient Greek
400.6
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 400.6
Unproofread scanNot analysed yet
17. Ὡσπερ οὖν ἔκτος ποιεῖ τῇ ἀφῇ τὴν αἴσθησιν, οὕτω τῇ ἀκοῇ ἐντός. Ὁξέστατον δ’ ἀκοῦειν, εἰ ὁ μὲν ἐξὼ χιτὼν εἴη πυκνός, τὰ δὲ φλέβια κενὰ καὶ ὡς μάλιστα ἀνίκομα καὶ εὐτρήτα κατὰ τε τὸ ἄλλο σῶμα καὶ τὴν κεφαλὴν καὶ τὰς ἀκοάς· ἐτι δὲ τὰ ὀστὰ πυκνὰ καὶ ὁ ἐγκέφαλος εὐκρατος, καὶ τὸ περὶ αὐτὸν ὡς ἑφρότατον· ἀθρόον γὰρ ἂν οὕτως εἰσιέναι τὴν φωνήν, ἄτε διὰ πολλοῦ κενοῦ καὶ ἀνίκομου καὶ εὐτρήτου εἰσιούσαν, καὶ ταχὺ σκίδνασθαι καὶ ὁμαλῶς κατὰ τὸ σῶμα, καὶ οὐδὲ ἐκπίπτειν ἐξω.