Ancient Greek
401.4
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 401.4
Unproofread scanNot analysed yet
22 Ἐν ἐνίοις μὲν οὕτως εἴρχεν· ἐν ἄλλοις δὲ κοῦφον εἶναι φησιν ἀπλῶς τὸ λεπτόν. Παραπλησίως δὲ καὶ περὶ σκληροῦ καὶ μαλακοῦ· σκληρὸν μὲν γὰρ εἶναι τὸ πυκνόν, μαλακὸν δὲ τὸ μακόν, καὶ τὸ κάλλιον τε καὶ ἥττον καὶ μάλιστα κατὰ λόγον. Διαφέρειν δ’ ἐτι τὴν θέσιν καὶ τὴν ἐναπολήψιν τῶν κενῶν τοῦ σκληροῦ καὶ μαλακοῦ καὶ τοῦ βαρεὸς καὶ κοῦφου. Διὸ σκληρότερον μὲν εἶναι σιδήρον, βαρύτερον δὲ μόλυβδον· τὸν μὲν γὰρ σιδήρον ἄνωμάλως συγκεῖσθαι, καὶ τὸ κενὸν ἔχειν πολλαχῇ, καὶ κατὰ μεγάλα πεπυκνώσθαι, καὶ κατὰ ἕνια ἀπλῶς πλεῖον ἔχειν κενόν· τὸν δὲ μόλυβδον ἐλαττον ἔχοντα κενὸν ὁμαλῶς συγκεῖσθαι, κατὰ πᾶν ὁμοίως μακόν· διὸ βαρύτερον μὲν, μαλακώτερον δ’ εἶναι τοῦ σιδήρου.