Ancient Greek
404.2
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 404.2
Unproofread scanNot analysed yet
34. Πρῶτον μὲν οὖν τὸ πλεῖον ἀποδῦναι τὰς ἀρχάς, ἔχει τινὰ ἀπορίαν· οἱ γὰρ ἄλλοι τὸ λευκὸν καὶ τὸ μέλαν, ὡς τούτων ἀπλῶν ὄντων μόνων. Ἔπειτα τὸ μὴ πᾶσι τοῖς λευκοῖς μίαν ποιεῖν τὴν μορφήν, ἀλλ’ ἑτέραν τοῖς σκληροῖς καὶ τοῖς ψαθυροῖς· οὐ γὰρ εἰκὸς ἄλλην αἰτίαν εἶναι τοῖς διαφοροῖς κατὰ τὴν ἀφήν· οὐδ’ ἂν ἐπὶ τὸ σχῆμα αἴτιον εἶναι τῆς διαφορᾶς, ἀλλὰ μᾶλλον τὴν ὕσιν. Ἐνδέχεται γὰρ καὶ τὰ περιφερῆ καὶ ἀπλῶς πάντα ἐπισκιάζειν ἑαυτοῖς· σημεῖον δέ· καὶ γὰρ αὐτὸς ταύτην φέρει τὴν πίστιν, ὅσα τῶν λείων μέλανα φαίνεται. Διὰ γὰρ τὴν σύμφυσιν καὶ τὴν τάξιν, ὡς τὴν αὐτὴν ἔχοντα τῷ μέλανι, φαίνεσθαι τοιαῦτα· καὶ πάλιν ὅσα λευκὰ τῶν τραχέων· ἐκ μεγάλων γὰρ εἶναι ταῦτα, καὶ τὰς συνθέσεις οὐ περιφερεῖς, ἀλλὰ προκρόσσας καὶ τῶν σχημάτων τὰς μορφὰς μῖγυμένας, ὥσπερ ἀναθρύμιας τὰ πρὸ τῶν τεχτῶν ἔχει χρώματα· τοιούτων γὰρ ὄν, ἀσκιον εἶναι, καὶ οὐ κολύεσθαι τὸ λαμπρόν.