Ancient Greek
451.4
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 451.4
Unproofread scanNot analysed yet
ἐν οἷς ζητητέον καὶ τὸ γνῆσιον διὰ τὴν γινομένην νοθείαν· νοθεύονται γὰρ τὰ βιβλία πενταχῶς· ἢ γὰρ δι’ εὐγνωμοσύνην μαθητῶν τὰ οἰκεῖα συγγράμματα τοῖς οἰκείοις διδασκάλοις ἀνατιθέντων, ὡς τὰ Πυθαγόρου καὶ Σωκράτους ἐπιγραφόμενα βιβλία, μὴ ὄντα Σωκράτους ἢ Πυθαγόρου ἀλλὰ Σωκρατικῶν καὶ Πυθαγορικῶν· ἢ διὰ φιλοτιμίαν βασιλικήν· Ἰσδάτου; γὰρ τοῦ Λαβύων βασιλέως συνάγοντος τὰ Πυθαγόρου καὶ Πτολεμαίου τὰ Ἀριστοτέλους, τινὲς καπηλείας χάριν τὰ τυγχάνοντα συγγράμματα λαμβάνοντες ἐκῆδουν καὶ ἔστηπον διὰ παραθέσεως νέων μυθῶν ἵνα σχοῖεν ζηθεν τὴν ἐκ τοῦ χρόνου ἀξιοπιστίαν· ἢ δι’ ὁμωνυμίαν συγγραφέων ἢ συγγραμμάτων ἢ ὑπομνημάτων.