Ancient Greek
457.3
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 457.3
Unproofread scanNot analysed yet
Ἀθανάτους μὲν πρῶτα θεούς, νόμῳ ὡς διάκειται, τίμα. Ἐπειδὴ πασῶν τῶν ἀρετῶν ἡγεμών ἐστιν ἡ εὐσέβεια, πρὸς τὴν Θείαν αἰτίαν τὴν ἀναφορὰν ἔχουσα, εἰκότως καὶ τῶν ἐν τοῖς ἑπεσι νόμων τὸ περὶ ταύτης ἄγεται· παράγγελμα· ὡς δεῖ τοὺς ἄγχοσμίους θεούς, κατὰ τὴν ἐνυπάρχουσαν αὐτοῖς τάξιν, τιμᾶν, ἣν ὁ δημιουργικὸς νόμος ἄμα τῇ οὐσίᾳ αὐτῶν συμπροῆγαγε, τάξας αὐτῶν τοὺς μὲν ἐπὶ τῆς πρώτης σφαίρας, τοὺς δὲ ἐπὶ τῆς δευτέρας, καὶ ἐπὶ τῆς τρίτης ἄλλους, καὶ οὕτως ἐφεξῆς, μέχρι τῆς πάσης τῶν οὐρανίων κύκλων συμπληρώσεως. Τὸ γὰρ, ἣ ἐτάγησαν ὑπὸ τοῦ δημιουργοῦ αὐτῶν καὶ πατρός, ταύτῃ αὐτοὺς ἐγνώκέναι τε καὶ τιμᾶν, τῷ Θείῳ νόμῳ κατακολουθούντων ἐστὶ καὶ τὴν ὀντως τιμὴν αὐτοῖς ἀποδιδόντων· καὶ τὸ μήτε