Ancient Greek
459.2
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 459.2
Unproofread scanNot analysed yet
εἰσόμεθα. Νῦν δὲ ἐπὶ τὰ πρῶτα πάλιν ἐπανελθώμεν. Τίς ὁ νόμος καὶ ἡ κατὰ τοῦτον τάξις καὶ ἡ πρὸς τὴν τάξιν ἀποδοκομένη τιμή; νόμος μὲν ὁ δημιουργικὸς νοῦς καὶ ἡ ὡεῖα βούλησις ἡ αἰεὶς προάγουσα τὰ πάντα καὶ εἰς αὐτὸ διακόζουσα, τάξις δὲ ἔνομος ἡ ἀπὸ τοῦ πατρὸς τῶν ὅλων καὶ δημιουργοῦ τοῖς ἀθανάτοις θεοῖς συντεθεθούσα, καὶ ποιούσα ἐν αὐτοῖς τοὺς μὲν πρώτους, τοὺς δὲ δευτέρους. Εἰ γὰρ καὶ, ὡς ἐν παντὶ τῷ λογικῷ διακόσμῳ, τὴν ἀκρότητα ἐλαχον, ἀλλ’ ὁμοίως ἐν ἑαυτοῖς ποικιλλοῦνται καὶ εἰσὶν ἄλλοι ἄλλων θεώτεροι. Μῆνυμα δὲ τῆς κατ’ οὐσίαν αὐτῶν ὑπεροχῆς τε καὶ ὑποβάσεως ἡ τῶν οὐρανίων σφαιρῶν τάξις, κατ’ οὐσίαν καὶ δύναμιν τὴν θέσιν διαλαχούσα, ὡς ἐν τῇ οὐσίᾳ αὐτῶν κεῖσθαι τὸν νόμον, καὶ τὴν τάξιν διωρῆθ εἶναι αὐτῶν τὴν ἀξίαν. Οὐ γὰρ, ὡς ἔτυχε, ὑποστάτες ὑστερον διεκρίθην, ἀλλὰ τεταγμένοι προήλθον εἰς τὸ εἶναι, ὡσπερ ἐν ἐνὶ ζῴῳ τῷ ὅλῳ οὐρανῷ διάφορα ὄντες μέρη καὶ τὴν πρὸς ἀλλήλα σύνταξιν ἐν τῇ κατ’ εἶδος διαστάσει ἄμα καὶ συναρτῆ ἀποσώζοντες, ὥστε μηδὲ ἐπαλλάξιν τῆς θέσεως αὐτῶν ἐπινοηθῆναι ποτε δύνασθαι εἰ μὴ μετὰ τῆς φύσεως τοῦ παντός· ἣν ἀδύνατον ἐπισυμβῆναι, ἔστιν ἂν ἡ τὸ πρῶτον αὐτῶν αἴτιον ἀμετάβλητον πάντα καὶ ἀτρεπτον, καὶ τὴν οὐσίαν τῇ ἐνεργείᾳ τὴν αὐτὴν κεκτημένον, καὶ τὴν ἀγαθότητα οὐκ ἐπίκτητον ἔχον, ἀλλ’ οὐσιωμένην καθ’ αὐτὴν καὶ δι’ αὐτὴν τὰ πάντα πρὸς τὸ εὖ εἶναι παράγον.