Ancient Greek
464.2
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 464.2
Unproofread scanNot analysed yet
γνώσει διαiruοῦσι τε ἄμα καὶ συνάγουσι, τὰ πέρατα τῆς ἐκείνων ἐποπτείας ἀρχὰς τῆς ἑαυτῶν ποιούμενοι μύησεως. Οἱ δὲ καὶ εἰκότως ἀγαθοὶ ἥρωες λέγονται, ἀγαθοὶ μὲν ὡς ἀγαθοὶ ὄντες καὶ φωτεινοὶ ἀεὶ καὶ μήτ’ ἐν κακίᾳ μήτ’ ἐν λήθῃ ποτὲ γινόμενοι, ἥρωες δὲ ὡς ξειώες τινες ὄντες καὶ ξρωτες, ὅσον ξρωτικοὶ καὶ διαλεκτικοὶ ἐρασταὶ τοῦ θεοῦ, αἰρῶντες ἡμᾶς καὶ κουφίζοντες πρὸς τὴν θεῖαν πολιτείαν ἀπὸ τῆς ἐν γῇ διατριβῆς. Τοὺς δὲ αὐτοὺς καὶ δαίμονας ἀγαθοὺς καλεῖν ἔθος, ὡς ὄντας δαήμονας καὶ ἐπιστήμονας τῶν θείων νόμων, ἐστι δὲ ὅτε καὶ ἀγγέλους ὡς ἐκφαινόντας καὶ διαγγελλοντας ἡμῖν τοὺς πρὸς εὐζωίαν κανόνους. Πολλάκις δὲ καὶ ταῖς τρισὶν ἐπινοίαις χρώμενοι τὸ πλῆθος τοῦ μέσου γένους εἰς τρία τέμνομεν, καὶ τὸ μὲν προσεγὲς τοῖς οὐρανίοις καλοῦμεν ἀγγέλους, τὸ δὲ τοῖς ἐπιγείοις συναντιζόμενον ἥρωας, τὸ δὲ ἐξ ἴσου τῶν ἄκρων ἀμφοτέρων ἀπέχον δαίμονας, ὅπερ πολλahoὺ ποιεῖ Πλάτων. Ἐνιοὶ δὲ ὅλον τὸ μέσον γένος ἐνὶ τῶν τριῶν προσαγορεύουσιν ὀνόματι, ἀγγέλους πάντας λέγοντες ἢ δαίμονας ἢ ἥρωας, δι’ ἀς ἐπίομεν αἰτίας, ὅπερ καὶ νῦν τὸ μέσον γένος πᾶν ἥρωας ἀγαθοὺς εἶπεν, οὕτως ἔχοντες πρὸς τὸ πρῶτον γένος, ὡς αὐγὴ πρὸς πῦρ καὶ ὡς παὶς πρὸς πατέρα. Ὦθεν καὶ θεῶν παῖδες οἱ ἥρωες