Ancient Greek
465.2
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 465.2
Unproofread scanNot analysed yet
Εἶτα χωρίζων αὐτὰς τῶν φύσει δαιμόνων, οἱ τὸ μέσον γένος πληροῦσι, καταχθονίους προσεῖπεν, ὡς δυναμένας ἐπὶ γῆς πολιτεύεσθαι καὶ γήινα σώματα ἐπικτιῖναι καὶ κατὰ γῆς οἰκεῖν, ἵνα τῷ μὲν δαίμονας εἰπεῖν γωρίσῃ τῶν φαύλων καὶ ἀνεπιστημόνων ἀνθρώπων, ὡς ἀδαημόνων τινῶν καὶ οὐ δαιμόνιων, τῷ δὲ καταχθονίοις προσθεῖναι διαστήσῃ τῶν ἀεὶ ὀχημόνων καὶ ἐπιστημόνων ἀεὶ, καὶ ἐπὶ γῆς πολιτεύεσθαι μὴ πεφυκότων μηδὲ γήινοὺς συζῆν σώμασιν. Ἡ γὰρ τοῦ καταχθονίου δαίμονος πρόσρησις οὐδενὶ ἄλλῳ προσῆκει, ἢ τῷ φύσει μὲν ὄντι ἀνθρώπῳ, σχέσει δὲ γενομένῳ δαίμονι, ἐπειδὴ τὸ τρίτον γένος χθόνιον ἰδίως λέγεται, ὡς ἐσχάτον ἐν λογικαῖς οὐσίαις καὶ χθονίας ζωῆς ἐπιπρεφόμενον. Τὸ γὰρ πρῶτον οὐράνιον ἦν καὶ τὸ μέσον αἰθέριον. Πάντων οὖν ἀνθρώπων ὄντων κατὰ τοῦτο καταχθονίων λογικῶν, οὐ πάντων δὲ δαιμόνων, οὐδὲ σοφῶν, εἰκότως ἐπισυνάψας εἶπε καταχθονίους δαίμονας τοὺς σοφοὺς ἀνθρώπους. Οὔτε γὰρ πάντες ἄνθρωποι σοφοὶ εἰσιν, οὔτε πάντες οἱ σοφοὶ ἄνθρωποι· ἀλλὰ καὶ ἥρωες ἀγαθοὶ καὶ ἀθάνατοι Θεοί, φύσει κρείττονες ἀνθρώπων ὄντες, σοφοὶ τε εἰσι καὶ ἀγαθοί. Τοὺς οὖν τοὺς Θείοις γένεσι συντεταγμένους ἀνθρώπους σέβειν ὁ λόγος παραίνει, τοὺς ἰσοδσίμονας καὶ ἰσαγγέλους καὶ τοὺς ἀγαθοὺς ἥρωσιν ὁμοίους. Μὴ γὰρ φαύλόν-τι δαιμόνων γένος ὑπολάβωμεν εἰσῆγεῖσθαι δεῖν τιμᾶν, ὡς