Ancient Greek
466.1
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 466.1
Unproofread scanNot analysed yet
ἂν τῷ δοῦξεν ὑπὸ τῆς συνήθειας τὴν λέξιν ἐμπαίνειν. “Ὅλως γὰρ τὰ χειρόνα τῆς ἀνθρωπίνης οὐσίας οὐ καθῆκει τιμᾶν τῷ ἐρωτικῶς ὄντι τοῦ θεοῦ καὶ τῆς ἑαυτοῦ ἀξίας ἡσθημένῳ. Ἄλλ’ οὐδὲ αὐτὸν τὸν ἄνθρωπον μετὰ τὰ κρεῖττονα τιμήσομεν, ἐὰν μὴ τοῖς κρείττοσιν ὁμοιωμένος ἢ καὶ τῷ θείῳ χωρῷ συμπερόμενος. Τίς οὖν ἡ τιμὴ καὶ τούτων; τὸ ἔννομα βέζειν, φησὶ. Τοῦτο δὲ ἐστὶ τὸ πειθεσθαι οἷς καταλελοίπασιν ἡμῖν παραγγελμασί, καὶ ὡς νόμοις ἐμμένειν τοῖς ἐκείνων λόγοις. καὶ τὴν αὐτὴν ὁδὸν μετίνειν τοῦ βίου, ἣν ἔχεινοι διεληθότες οὐκ ἐφθόνουν ταύτης ἡμῖν μεταδόναι, ἀλλ’ ὡσπερ τινὰ ἀθάνατον καὶ πατρῴων κλῆρον διηγωνίσαντο τοῖς μεταγενεστέροις διαφυλάξαι, τὰ στοιχεῖα τῶν ἀρετῶν καὶ τῆς ἀληθείας τοὺς κανόνας εἰς κοινὸν ὀφελος ἐν γράμμασι καταλέμενοι· οὕς τὸ πειθεσθαι καὶ ζῆν ἐπομένως, ἀληθεστέρα ἐκείνων τιμὴ γίνεται, ἢ εἰ τις χόας αὐτοῖς ἐπιφέρη πολυτελεστάτας καὶ ἐναγίζη πλουσίως. Τοιαύτη μὲν ἡ τῶν κρειττόνων τιμή, ἀπὸ τοῦ δημιουργοῦ ἀρξαμένη καὶ εἰς ἀνθρώπους τοὺς ἀγαθούς περατωμένη διὰ μέσων τῶν οὐρανίων καὶ αἰθερίων γενῶν. Ἐπειδὴ δὲ καὶ τῶν κατὰ τὸν βίον σχέσεων πλεῖστον δεῖ ποιεῖσθαι λόγον, οἷον πατέρων καὶ συγγενῶν (οἱ οὐ πάντως μέν εἰσιν ἀγαθοί, πάντως δὲ τὸ τιμῶν ὡς πρὸς ἡμᾶς τῇ ἀξίᾳ τῆς σχέσεως κέκτηνται), τούτου χάριν ἐπήγαγε·