Ancient Greek
468.6
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 468.6
Unproofread scanNot analysed yet
Πῶς δὲ προσφέρεσθαι τοῖς φίλοις ἐνταῦθα διαλέγεται, καὶ πρῶτον μὲν ὅτι τὰ καλὰ εἰσῃγουμένοις αὐτοῖς καὶ ἐπ’ ὠφελείᾳ τῇ ἑμετέρᾳ πράττουσιν ὁτιοῦν ἔχοντας δεῖ πειθαρχεῖν. Πρὸς γὰρ τοῦτο τὸ κοινωνικὸν ἀγαθὸν ὁ τῆς φιλίας συνάπτει νόμος, ὅπως ἡμεῖς τὲ ὠφελώμεθα παρ’ ἐκείνων εἰς ἀρετῆς ἐπίδοσιν καὶ παρ’ ἡμῶν ἐκεῖνοι. Ὡς γὰρ κοινὴν ὁδὸν τοῦ ἀρίστου βίου πορευομένους, ὅπερ ἂν ἄλλος ἄλλου προίδη μᾶλλον, τοῦτο εἰς κοινὸν