Ancient Greek
470.2
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 470.2
Unproofread scanNot analysed yet
διχεῖν εἰς τὴν ἴσην καχεξίαν αὐτοὺς ἐλθόμεν· οὕτω καὶ τῆς φιλίας ἀντιγέσθαι δεῖ, τοῦτ’ ἐστὶ τῆς φιλανθρωπίας τῆς πρὸς ἀπαντας, οἱ τοῦ γένους ἡμῖν κοινωνοῦσιν. Ἐν ταύτῃ δὲ τῇ πρεπούσῃ τὰ τῆς φιλίας μέτρα ποιησόμεθ, τοὺς μὲν ἀγαθοὺς ὡς ἀποσώζοντας τὴν τοῦ ἀνθρώπου τελειότητα καὶ διὰ τὴν φύσιν καὶ διὰ τὴν γνώμην παντοῖς ἀπαλαζόμενοι, τοὺς δὲ φαύλους ὡς μηδὲν ἀπὸ γνώμης εἰς ἀρετὸν φιλίας ἡμῖν ὑπέργοντας διὰ μόνην τὴν κοινὴν φύσιν ἀγαπῶντες. Διὸ καὶ λέγεται ὀρθῶς, ὅς οὐδεὶς ἐχθρὸς τῷ σπουδαίῳ, καὶ μόνος ὁ ἀγαθὸς ἀγαθῷ φίλος. Ὡς μὲν γὰρ τὸν ἀνθρώπων φιλῶν, οὐδὲ τὸν κακὸν ἐχθρὸν τίθεται, ὡς δὲ τὸν ἀρετῆς κεκοσμημένον ζητῶν πρὸς κοινωνίαν τὸν ἀγαθὸν ἐκ πάντων ἐκλέγεται, μιμούμενος καὶ ἐν τοῖς τῆς φιλίας μέτροις τὸν θεόν, ὅς μισεῖ μὲν οὐδένα ἀνθρώπων, τὸν δὲ ἀγαθὸν διαφερόντως ἀσπάζεται. Τὸ γὰρ τῆς φιλανθρωπίας ἀγαθὸν κοινῇ τῷ γένει προτείνων τῆς προσηκούσης μοῖρας ἕκαστον ἀξιοῖ, τοὺς μὲν ἀγαθοὺς πρὸς ἑαυτὸν ἀνάγων, τοὺς δὲ τῆς ἀρετῆς φυγάδας τοῖς τῆς δίκης νόμοις πρὸς τὸ δεῖν ἀπελθόνων. Τοῦτο γὰρ τοῖς ἐκατέρους σύμμετρον τε καὶ ὠφελίμων. Οὕτω καὶ ἡμᾶς προσήκει τὴν φιλίαν τηρεῖν πρὸς πάντας ἀνθρώπους μετὰ τῆς πρὸς τὴν ἀξίαν ἀπονεμήσεως.