Ancient Greek
471.1
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 471.1
Unproofread scanNot analysed yet
κακοῖς. Οὕτω γὰρ ῥαδίως συμμεταβαλλόμενοι τοῖς προσπίπτουσιν οὐδὲν οἰκείον ἔχομεν ἀγαθόν, δ διὰ παντὸς καὶ πρὸς πάντα τηρήσομεν. Εἰ δὲ ξξιν τὴν ἀρετὴν κεκτήμεθα, οὐκ ἔστιν ἐπὶ τῷ βουλομένῳ ταύτης ἡμᾶς ἀποστησαί· οὐδὲ τοῖς ἐντυγχάνουσι τὰς διαθέσεις συναλλοιώσομεν, τὸ μόνιμον τῆς ἀρετῆς εὐτυχοῦντες. Ὦπερ οὖν ἐπὶ τῶν ἄλλων ἀρετῶν, τοῦτο καὶ ἐπὶ τῆς φιλίας δεῖξαι φυλάττειν, φιλίας, ὡς ἔφαμεν, μεγίστης οὖσης ἀρετῆς, φιλανθρωπίας δὲ κοινῶς μὲν πρὸς ἀπαντας, ἰδίως δὲ πρὸς τοὺς ἀγαθούς· θεωρουμένης, ὅτι καὶ τὸ τῆς φιλανθρωπίας ὄνομα αὐτῇ μᾶλλον ἐπιπρέπει. Ταῦτα δὲ περὶ τούτων, ἐπὶ δὲ τὰ ἐξῆς ροῖόμεν.