Ancient Greek
471.5 to 472.4
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 471.5-472.4
Unproofread scanNot analysed yet
μυθάνω μὲν οἶα μελλω δράν κακά, θυμὸς δὲ κρεῖσσων τῶν ἐμῶν βουλευμάτων, ἄλλους δὲ ἢ τοὺς αὐτοὺς ἄλλοτε βοᾶν, μανθάνω μὲν οἷα μέλλω δράν κακὰ, πρὸς κακίαν. Δεῖ οὖν καὶ αὐτοὺς ἡμᾶς εἰδέναι τὰ δεόντα, καὶ τὰς ἀλόγους δυνάμεις ἐθίζειν, ὅσον οἷόν τε, καὶ αὐτὰς τῷ ἐν ἡμῖν λόγῳ συνέπεσθαι. Οὕτω δὲ ταχθέντων τῶν παθῶν, ἴκανὸς ὁ λογισμὸς γένοιτο ἂν ἀπερισπάστως φυλάξει τὰ πρῶτα παραγγέλματα, περὶ ὧν ἐρῆται ταῦτα μὲν οὕτως ἔσθι. Περί δὲ τῶν ἐξῆς ἐθίζου κρατεῖν εἴπεν, ἐνδεικνύμενος, ὅτι τὸ μὲν λογικὸν διδασκαλίᾳ καὶ ἐπιστήμῃ τάττεται, τὸ δὲ ἄλογον ἐθισμοῖς καὶ πλάσσει τρόπον τινὰ σωματικαῖς· οὕτω δὲ καὶ τῶν ζῴων τὰ ἄλογα μόνῳ ἐθεὶ ἄγεται ὑπὸ ἐπιθυμῶ δὲ κρείττοων τῶν ἐμῶν βουλευμάτων, τῶν ἀνθρώπων. Ἐθισθεῖσα οὖν γαστὴρ ζητεῖν τὰ μέτρια, τὰς τε ἄλλας ἐπιθυμίας τοῦ σώματος κοσμιωτέρας παρέγεται καὶ τὸν ὑμῶν ἐμμελέστερον, ἢν ἐφ’ ἡσυχίας τὰ περὶ τῶν δεόντων βουλευώμεθα, μὴ σφόδρα ὑπὸ τῶν συνεχόντων παθῶν ἐνοχλούμενοι, ὅθεν καὶ τὸ ἑαυτοὺς γνῶναι δ ἔσμεν τῇ ἀληθείᾳ καὶ τὸ αἰδεῖσθαι οὐς ἐγνώμεν διδασκόμεθα. Ἐκ δὲ τῆς γνώσεως ταύτης καὶ τῆς συνοῦσης αὐτῇ αἰδοῦς ἢ τῶν αἰσχρῶν φυγὴ παραγίνεται. Τὰ γὰρ κακὰ αἰσχρὰ λέγεται, ὡς ἀπρεπὴ καὶ ἀνάξια δράσθαι ὑπὸ λογικῆς οὐσίας· περὶ καί, δὲν τὰ ἐξῆς ἐπιλέγει. Πρῆξες δ’ αἰσχρὸν ποτε μήτε μετ’ ἄλλου, μήτ’ ἰδίᾳ· πάντων δὲ μάλιστα’ αἰσχύνεο σαυτόν. Ἡ γὰρ καθ’ ἑαυτοὺς πράττοντές τι αἰσχρὸν ἀδιάφορον αὐτὸ ἡγοῦμεθα, δ μετ’ ἄλλου οὐκ ἂν ἐπράξαμέν ποτε, τὸν κοινωνὸν τῆς πράξεως αἰσχυνομένοι· ἢ ἀνάπαλιν, συμπεριφερόμενοι τισὶ πράττομεν ἄ μὴ ποτ’ ἂν καθ’ ἑαυτοὺς ἐδράσαμεν, τῇ κοινωνίᾳ τῶν συμπραττόντων εἰς παρρησίαν τοῦ ἔργου προκαλούμενοι. Διὰ τοῦτο προανείλεν ἑκατέραν ὁδὸν τῆς εἰς τὸ αἰσχρὸν καὶ Εὐ μέν μοι δοκεῖς λέγειν, πέπονθα δὲ τὸ τῶν πολλῶν πατὸ κακὸν παρεκβάσεως. Εἰ γὰρ τὸ αἰσχρὸν τῇ ἀληθείᾳ φευκτόν, οὐκ ἂν ποτε διὰ περιστάσιν αἱρετὸν γένοιο.