Ancient Greek
476.2
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 476.2
Unproofread scanNot analysed yet
ὡς ἀπὸ πηγῆς καὶ ἀρχῆς πρώτης, τοῦ ἑαυτὸν αἰσχύνεσθαι προάγεται. Τοῦτο δὲ τὸ παράγγελμα προεῖληφεν ἐν ἑαυτῷ τὸ Σαυτὸν γνῶθι, ὁ πασίων μὲν σπουδαίων πράξεων, πασίων δὲ θεωρητικῶν γνώσεων προὑποκείσθαι δεῖ. Ἐπεὶ πᾶσιν εἰσόμεθα, ὅτι προσἦκει ἡμῖν μετριάζαι τῶν πασίων, καὶ γινώσκειν τὰ ὄντα; Ἀπορεῖται γὰρ περὶ αὐτῶν· πρώτων μὲν, εἰ δυνατὰ ἀνθρώποις ταῦτα· ἔπειτα, εἰ ὠφέλιμα τοῖς ἔχουσι γίνεται. Φαίνεται γὰρ πᾶν τοῦναντίον ἐλαττούμενος ἐν τοῖς κατὰ τὸν βίον ὁ σπουδαῖος, τῷ μὴ λαμβάνειν ἀδίκως ὅθεν οὐ δεῖ, καὶ τῷ ἀναλίσκειν δικαίως εἰς ἃ δεῖ· καὶ περὶ τὸ σῶμα παντὸς μᾶλλον εὐπιγερήτως διακείται, μῆτε ἀρχὴν αὐτὸς ἐπιτηδεύων, μῆτε ἀνελυθεύρος θεραπεύων τοὺς ἄρχοντας. Ὦστε, εἰ μὴ τις ἄλλη οὐσία ἐν ἡμῖν εἴη ἀπὸ τῆς ἀρετῆς ὠφελουμένη, σχολὴ γε ἂν πλοῦτον ἢ δυναστείαν δι' αὐτὴν προησοίμεθα. Ὦθεν καὶ οἱ ὀνητὴν οἴεσθαι τὴν ψυχὴν περὶ τοῦ μὴ προέσθαι τὴν ἀρετὴν κομψευόνται μᾶλλον, ἢ ἀληθεύουσιν. Εἰ γὰρ μὴ εἴη τι ὑπόμενον ἡμῶν μετὰ θάνατον, καὶ τοῦτο φύσιν ἔχον ἀληθεία καὶ ἀρετὴ κοσμεῖσθαι, (ὅλον δὴ φαμεν εἶναι τὴν λογικὴν ψυχὴν,) οὐκ ἂν ἔφεσις ἡμῖν καθαρὰ γενοιτο τῶν καλῶν. Προαναίρειται γὰρ ἡ ὑποψία τῆς φόβας τὴν περὶ ταῦτα σπουδὴν, καὶ πρὸς ἀπολαύσεις